Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 παυλος και σιλουανος και τιμοθεος τη εκκλησια θεσσαλονικεων εν θεω πατρι και κυριω ιησου χριστω χαρις υμιν και ειρηνη Rom 1:7, Eph 1:2, 1 Pet 1:2
2 ευχαριστουμεν τω θεω παντοτε περι παντων υμων μνειαν ποιουμενοι επι των προσευχων ημων αδιαλειπτως Eph 1:16, Phil 1:3, Col 1:3, 2 Thess 1:3
3 μνημονευοντες υμων του εργου της πιστεως και του κοπου της αγαπης και της υπομονης της ελπιδος του κυριου ημων ιησου χριστου εμπροσθεν του θεου και πατρος ημων John 6:29
4 ειδοτες αδελφοι ηγαπημενοι υπο [του] θεου την εκλογην υμων 
5 οτι το ευαγγελιον ημων ουκ εγενηθη εις υμας εν λογω μονον αλλα και εν δυναμει και εν πνευματι αγιω και [εν] πληροφορια πολλη καθως οιδατε οιοι εγενηθημεν [εν] υμιν δι υμας 1 Cor 2:4, 1 Cor 4:20, 1 Thess 2:1
6 και υμεις μιμηται ημων εγενηθητε και του κυριου δεξαμενοι τον λογον εν θλιψει πολλη μετα χαρας πνευματος αγιου 1 Cor 4:16, 1 Cor 11:1, Phil 3:17, 2 Thess 3:9
7 ωστε γενεσθαι υμας τυπον πασιν τοις πιστευουσιν εν τη μακεδονια και εν τη αχαια 
8 αφ υμων γαρ εξηχηται ο λογος του κυριου ου μονον εν τη μακεδονια και [εν τη] αχαια αλλ εν παντι τοπω η πιστις υμων η προς τον θεον εξεληλυθεν ωστε μη χρειαν εχειν ημας λαλειν τι 
9 αυτοι γαρ περι ημων απαγγελλουσιν οποιαν εισοδον εσχομεν προς υμας και πως επεστρεψατε προς τον θεον απο των ειδωλων δουλευειν θεω ζωντι και αληθινω 
10 και αναμενειν τον υιον αυτου εκ των ουρανων ον ηγειρεν εκ [των] νεκρων ιησουν τον ρυομενον ημας εκ της οργης της ερχομενης Acts 1:11, Phil 3:20, 2 Thess 1:10, Rev 1:7


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle