Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 αυτοι γαρ οιδατε αδελφοι την εισοδον ημων την προς υμας οτι ου κενη γεγονεν 1 Thess 1:5, 1 Thess 1:9
2 αλλα προπαθοντες και υβρισθεντες καθως οιδατε εν φιλιπποις επαρρησιασαμεθα εν τω θεω ημων λαλησαι προς υμας το ευαγγελιον του θεου εν πολλω αγωνι Acts 16:22, Acts 17:2
3 η γαρ παρακλησις ημων ουκ εκ πλανης ουδε εξ ακαθαρσιας ουδε εν δολω 
4 αλλα καθως δεδοκιμασμεθα υπο του θεου πιστευθηναι το ευαγγελιον ουτως λαλουμεν ουχ ως ανθρωποις αρεσκοντες αλλα θεω τω δοκιμαζοντι τας καρδιας ημων Gal 1:10
5 ουτε γαρ ποτε εν λογω κολακειας εγενηθημεν καθως οιδατε ουτε εν προφασει πλεονεξιας θεος μαρτυς Rom 1:9, Rom 9:1, 2 Cor 1:23, 2 Cor 11:31, Gal 1:20, Phil 1:8, 1 Tim 5:21, 2 Tim 4:1
6 ουτε ζητουντες εξ ανθρωπων δοξαν ουτε αφ υμων ουτε απ αλλων 1 Cor 9:3, 2 Thess 3:9
7 δυναμενοι εν βαρει ειναι ως χριστου αποστολοι αλλα εγενηθημεν νηπιοι εν μεσω υμων ως εαν τροφος θαλπη τα εαυτης τεκνα 
8 ουτως ομειρομενοι υμων ευδοκουμεν μεταδουναι υμιν ου μονον το ευαγγελιον του θεου αλλα και τας εαυτων ψυχας διοτι αγαπητοι ημιν εγενηθητε 
9 μνημονευετε γαρ αδελφοι τον κοπον ημων και τον μοχθον νυκτος και ημερας εργαζομενοι προς το μη επιβαρησαι τινα υμων εκηρυξαμεν εις υμας το ευαγγελιον του θεου Acts 18:3, Acts 20:34, 1 Cor 4:12, 2 Cor 11:9, 2 Cor 12:13, 2 Thess 3:8
10 υμεις μαρτυρες και ο θεος ως οσιως και δικαιως και αμεμπτως υμιν τοις πιστευουσιν εγενηθημεν 
11 καθαπερ οιδατε ως ενα εκαστον υμων ως πατηρ τεκνα εαυτου 
12 παρακαλουντες υμας και παραμυθουμενοι και μαρτυρομενοι εις το περιπατειν υμας αξιως του θεου του καλουντος υμας εις την εαυτου βασιλειαν και δοξαν Gen 17:1, 1 Cor 7:20, Eph 4:1, Phil 1:27, Col 1:10
13 και δια τουτο και ημεις ευχαριστουμεν τω θεω αδιαλειπτως οτι παραλαβοντες λογον ακοης παρ ημων του θεου εδεξασθε ου λογον ανθρωπων αλλα καθως εστιν αληθως λογον θεου ος και ενεργειται εν υμιν τοις πιστευουσιν 
14 υμεις γαρ μιμηται εγενηθητε αδελφοι των εκκλησιων του θεου των ουσων εν τη ιουδαια εν χριστω ιησου οτι τα αυτα επαθετε και υμεις υπο των ιδιων συμφυλετων καθως και αυτοι υπο των ιουδαιων Acts 17:5, Acts 17:13
15 των και τον κυριον αποκτειναντων ιησουν και τους προφητας και ημας εκδιωξαντων και θεω μη αρεσκοντων και πασιν ανθρωποις εναντιων Acts 7:52, Matt 23:37, Luke 13:34
16 κωλυοντων ημας τοις εθνεσιν λαλησαι ινα σωθωσιν εις το αναπληρωσαι αυτων τας αμαρτιας παντοτε εφθασεν δε επ αυτους η οργη εις τελος Acts 17:13
17 ημεις δε αδελφοι απορφανισθεντες αφ υμων προς καιρον ωρας προσωπω ου καρδια περισσοτερως εσπουδασαμεν το προσωπον υμων ιδειν εν πολλη επιθυμια 
18 διοτι ηθελησαμεν ελθειν προς υμας εγω μεν παυλος και απαξ και δις και ενεκοψεν ημας ο σατανας Rom 1:13, Rom 15:22
19 τις γαρ ημων ελπις η χαρα η στεφανος καυχησεως η ουχι και υμεις εμπροσθεν του κυριου ημων ιησου εν τη αυτου παρουσια 2 Cor 1:14, Phil 2:16, Phil 4:1
20 υμεις γαρ εστε η δοξα ημων και η χαρα 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle