Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 διο μηκετι στεγοντες ευδοκησαμεν καταλειφθηναι εν αθηναις μονοι 
2 και επεμψαμεν τιμοθεον τον αδελφον ημων και συνεργον του θεου εν τω ευαγγελιω του χριστου εις το στηριξαι υμας και παρακαλεσαι υπερ της πιστεως υμων Acts 16:1, Rom 16:21, Phil 2:19
3 το μηδενα σαινεσθαι εν ταις θλιψεσιν ταυταις αυτοι γαρ οιδατε οτι εις τουτο κειμεθα Eph 3:13, Phil 1:14, Acts 14:22, 2 Tim 3:12
4 και γαρ οτε προς υμας ημεν προελεγομεν υμιν οτι μελλομεν θλιβεσθαι καθως και εγενετο και οιδατε 
5 δια τουτο καγω μηκετι στεγων επεμψα εις το γνωναι την πιστιν υμων μη πως επειρασεν υμας ο πειραζων και εις κενον γενηται ο κοπος ημων 
6 αρτι δε ελθοντος τιμοθεου προς ημας αφ υμων και ευαγγελισαμενου ημιν την πιστιν και την αγαπην υμων και οτι εχετε μνειαν ημων αγαθην παντοτε επιποθουντες ημας ιδειν καθαπερ και ημεις υμας 
7 δια τουτο παρεκληθημεν αδελφοι εφ υμιν επι παση τη αναγκη και θλιψει ημων δια της υμων πιστεως 
8 οτι νυν ζωμεν εαν υμεις στηκετε εν κυριω 
9 τινα γαρ ευχαριστιαν δυναμεθα τω θεω ανταποδουναι περι υμων επι παση τη χαρα η χαιρομεν δι υμας εμπροσθεν του θεου ημων 
10 νυκτος και ημερας υπερεκπερισσου δεομενοι εις το ιδειν υμων το προσωπον και καταρτισαι τα υστερηματα της πιστεως υμων Rom 1:10, Rom 15:23, 2 Tim 1:4
11 αυτος δε ο θεος και πατηρ ημων και ο κυριος ημων ιησους κατευθυναι την οδον ημων προς υμας 
12 υμας δε ο κυριος πλεονασαι και περισσευσαι τη αγαπη εις αλληλους και εις παντας καθαπερ και ημεις εις υμας 
13 εις το στηριξαι υμων τας καρδιας αμεμπτους εν αγιωσυνη εμπροσθεν του θεου και πατρος ημων εν τη παρουσια του κυριου ημων ιησου μετα παντων των αγιων αυτου [αμην] 1 Cor 1:8, 1 Thess 5:23, 2 Thess 2:17


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle