Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 λοιπον ουν αδελφοι ερωτωμεν υμας και παρακαλουμεν εν κυριω ιησου ινα καθως παρελαβετε παρ ημων το πως δει υμας περιπατειν και αρεσκειν θεω καθως και περιπατειτε ινα περισσευητε μαλλον Phil 1:27, 1 Thess 2:12
2 οιδατε γαρ τινας παραγγελιας εδωκαμεν υμιν δια του κυριου ιησου 
3 τουτο γαρ εστιν θελημα του θεου ο αγιασμος υμων απεχεσθαι υμας απο της πορνειας Rom 12:2, Eph 5:27, Phil 4:8
4 ειδεναι εκαστον υμων το εαυτου σκευος κτασθαι εν αγιασμω και τιμη 
5 μη εν παθει επιθυμιας καθαπερ και τα εθνη τα μη ειδοτα τον θεον 1 Cor 15:34, Eph 4:18
6 το μη υπερβαινειν και πλεονεκτειν εν τω πραγματι τον αδελφον αυτου διοτι εκδικος κυριος περι παντων τουτων καθως και προειπαμεν υμιν και διεμαρτυραμεθα 
7 ου γαρ εκαλεσεν ημας ο θεος επι ακαθαρσια αλλ εν αγιασμω John 17:19, 1 Cor 1:2
8 τοιγαρουν ο αθετων ουκ ανθρωπον αθετει αλλα τον θεον τον [και] διδοντα το πνευμα αυτου το αγιον εις υμας Luke 10:16, 1 Cor 7:40
9 περι δε της φιλαδελφιας ου χρειαν εχετε γραφειν υμιν αυτοι γαρ υμεις θεοδιδακτοι εστε εις το αγαπαν αλληλους Lev 19:18, Matt 22:39, John 13:34, John 15:12, Eph 5:2, 1 Pet 4:8, 1 John 3:23, John 4:21
10 και γαρ ποιειτε αυτο εις παντας τους αδελφους [τους] εν ολη τη μακεδονια παρακαλουμεν δε υμας αδελφοι περισσευειν μαλλον 
11 και φιλοτιμεισθαι ησυχαζειν και πρασσειν τα ιδια και εργαζεσθαι ταις [ιδιαις] χερσιν υμων καθως υμιν παρηγγειλαμεν 2 Thess 3:7, 2 Thess 3:12, Acts 20:34, Eph 4:28
12 ινα περιπατητε ευσχημονως προς τους εξω και μηδενος χρειαν εχητε 
13 ου θελομεν δε υμας αγνοειν αδελφοι περι των κοιμωμενων ινα μη λυπησθε καθως και οι λοιποι οι μη εχοντες ελπιδα Lev 19:28, Deut 14:1, 2 Sam 12:20
14 ει γαρ πιστευομεν οτι ιησους απεθανεν και ανεστη ουτως και ο θεος τους κοιμηθεντας δια του ιησου αξει συν αυτω 
15 τουτο γαρ υμιν λεγομεν εν λογω κυριου οτι ημεις οι ζωντες οι περιλειπομενοι εις την παρουσιαν του κυριου ου μη φθασωμεν τους κοιμηθεντας 1 Cor 15:22, 1 Cor 15:51
16 οτι αυτος ο κυριος εν κελευσματι εν φωνη αρχαγγελου και εν σαλπιγγι θεου καταβησεται απ ουρανου και οι νεκροι εν χριστω αναστησονται πρωτον Matt 24:31, 1 Cor 15:52, 2 Thess 1:7
17 επειτα ημεις οι ζωντες οι περιλειπομενοι αμα συν αυτοις αρπαγησομεθα εν νεφελαις εις απαντησιν του κυριου εις αερα και ουτως παντοτε συν κυριω εσομεθα 
18 ωστε παρακαλειτε αλληλους εν τοις λογοις τουτοις 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle