Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 περι δε των χρονων και των καιρων αδελφοι ου χρειαν εχετε υμιν γραφεσθαι 
2 αυτοι γαρ ακριβως οιδατε οτι ημερα κυριου ως κλεπτης εν νυκτι ουτως ερχεται Matt 24:43, 2 Pet 3:10, Rev 3:3, Rev 16:15
3 οταν λεγωσιν ειρηνη και ασφαλεια τοτε αιφνιδιος αυτοις εφισταται ολεθρος ωσπερ η ωδιν τη εν γαστρι εχουση και ου μη εκφυγωσιν 2 Thess 1:9
4 υμεις δε αδελφοι ουκ εστε εν σκοτει ινα η ημερα υμας ως κλεπτης καταλαβη Eph 5:8
5 παντες γαρ υμεις υιοι φωτος εστε και υιοι ημερας ουκ εσμεν νυκτος ουδε σκοτους Luke 16:8, Eph 5:8, Rom 13:12
6 αρα ουν μη καθευδωμεν ως οι λοιποι αλλα γρηγορωμεν και νηφωμεν Rom 13:11, Rom 13:13, Eph 5:14, Luke 21:36, 1 Cor 15:34
7 οι γαρ καθευδοντες νυκτος καθευδουσιν και οι μεθυσκομενοι νυκτος μεθυουσιν 
8 ημεις δε ημερας οντες νηφωμεν ενδυσαμενοι θωρακα πιστεως και αγαπης και περικεφαλαιαν ελπιδα σωτηριας Isa 59:17, Eph 6:14
9 οτι ουκ εθετο ημας ο θεος εις οργην αλλα εις περιποιησιν σωτηριας δια του κυριου ημων ιησου χριστου 
10 του αποθανοντος υπερ ημων ινα ειτε γρηγορωμεν ειτε καθευδωμεν αμα συν αυτω ζησωμεν Rom 14:7, 2 Cor 5:15, Gal 2:20, 1 Pet 4:2
11 διο παρακαλειτε αλληλους και οικοδομειτε εις τον ενα καθως και ποιειτε 
12 ερωτωμεν δε υμας αδελφοι ειδεναι τους κοπιωντας εν υμιν και προισταμενους υμων εν κυριω και νουθετουντας υμας Rom 15:27, 1 Cor 9:11, 1 Cor 16:18, Gal 6:6, Phil 2:29, 1 Tim 5:17, Heb 13:7, Heb 13:17
13 και ηγεισθαι αυτους υπερεκπερισσου εν αγαπη δια το εργον αυτων ειρηνευετε εν εαυτοις 
14 παρακαλουμεν δε υμας αδελφοι νουθετειτε τους ατακτους παραμυθεισθε τους ολιγοψυχους αντεχεσθε των ασθενων μακροθυμειτε προς παντας 
15 ορατε μη τις κακον αντι κακου τινι αποδω αλλα παντοτε το αγαθον διωκετε [και] εις αλληλους και εις παντας Lev 19:18, Prov 20:22, Prov 24:29, Matt 5:39, Rom 12:17, 1 Cor 6:7, 1 Pet 3:9
16 παντοτε χαιρετε Matt 5:12, Luke 10:20, Rom 12:12, Phil 4:4
17 αδιαλειπτως προσευχεσθε Luke 18:1, Rom 12:12, Col 4:2
18 εν παντι ευχαριστειτε τουτο γαρ θελημα θεου εν χριστω ιησου εις υμας Eph 5:20
19 το πνευμα μη σβεννυτε 1 Cor 14:30
20 προφητειας μη εξουθενειτε 
21 παντα δε δοκιμαζετε το καλον κατεχετε 1 John 4:1
22 απο παντος ειδους πονηρου απεχεσθε Phil 4:8
23 αυτος δε ο θεος της ειρηνης αγιασαι υμας ολοτελεις και ολοκληρον υμων το πνευμα και η ψυχη και το σωμα αμεμπτως εν τη παρουσια του κυριου ημων ιησου χριστου τηρηθειη 1 Cor 1:8, Phil 4:9, 1 Thess 3:13
24 πιστος ο καλων υμας ος και ποιησει 1 Cor 1:9, 1 Cor 10:13, 2 Cor 1:18, 2 Thess 3:3
25 αδελφοι προσευχεσθε [και] περι ημων 
26 ασπασασθε τους αδελφους παντας εν φιληματι αγιω Rom 16:16, 1 Cor 16:20, 2 Cor 13:12, 1 Pet 5:14
27 ενορκιζω υμας τον κυριον αναγνωσθηναι την επιστολην πασιν τοις αδελφοις 
28 η χαρις του κυριου ημων ιησου χριστου μεθ υμων 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle