Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ερωτωμεν δε υμας αδελφοι υπερ της παρουσιας του κυριου ημων ιησου χριστου και ημων επισυναγωγης επ αυτον 
2 εις το μη ταχεως σαλευθηναι υμας απο του νοος μηδε θροεισθαι μητε δια πνευματος μητε δια λογου μητε δι επιστολης ως δι ημων ως οτι ενεστηκεν η ημερα του κυριου Jer 29:8, Matt 24:4, Eph 5:6, Col 2:18, 1 John 4:1
3 μη τις υμας εξαπατηση κατα μηδενα τροπον οτι εαν μη ελθη η αποστασια πρωτον και αποκαλυφθη ο ανθρωπος της ανομιας ο υιος της απωλειας Matt 24:23, 1 Tim 4:1, 1 John 2:18
4 ο αντικειμενος και υπεραιρομενος επι παντα λεγομενον θεον η σεβασμα ωστε αυτον εις τον ναον του θεου καθισαι αποδεικνυντα εαυτον οτι εστιν θεος Dan 11:36
5 ου μνημονευετε οτι ετι ων προς υμας ταυτα ελεγον υμιν 
6 και νυν το κατεχον οιδατε εις το αποκαλυφθηναι αυτον εν τω εαυτου καιρω 
7 το γαρ μυστηριον ηδη ενεργειται της ανομιας μονον ο κατεχων αρτι εως εκ μεσου γενηται 
8 και τοτε αποκαλυφθησεται ο ανομος ον ο κυριος [ιησους] ανελει τω πνευματι του στοματος αυτου και καταργησει τη επιφανεια της παρουσιας αυτου Job 4:9, Isa 11:4
9 ου εστιν η παρουσια κατ ενεργειαν του σατανα εν παση δυναμει και σημειοις και τερασιν ψευδους John 8:41, 2 Cor 4:4, Eph 2:2, Deut 13:1, Rev 13:13
10 και εν παση απατη αδικιας τοις απολλυμενοις ανθ ων την αγαπην της αληθειας ουκ εδεξαντο εις το σωθηναι αυτους 2 Cor 2:15, 2 Cor 4:3
11 και δια τουτο πεμπει αυτοις ο θεος ενεργειαν πλανης εις το πιστευσαι αυτους τω ψευδει Rom 1:24, 1 Tim 4:1
12 ινα κριθωσιν παντες οι μη πιστευσαντες τη αληθεια αλλα ευδοκησαντες τη αδικια 
13 ημεις δε οφειλομεν ευχαριστειν τω θεω παντοτε περι υμων αδελφοι ηγαπημενοι υπο κυριου οτι ειλατο υμας ο θεος απαρχην εις σωτηριαν εν αγιασμω πνευματος και πιστει αληθειας 
14 εις ο [και] εκαλεσεν υμας δια του ευαγγελιου ημων εις περιποιησιν δοξης του κυριου ημων ιησου χριστου 
15 αρα ουν αδελφοι στηκετε και κρατειτε τας παραδοσεις ας εδιδαχθητε ειτε δια λογου ειτε δι επιστολης ημων 2 Thess 3:6
16 αυτος δε ο κυριος ημων ιησους χριστος και [ο] θεος ο πατηρ ημων ο αγαπησας ημας και δους παρακλησιν αιωνιαν και ελπιδα αγαθην εν χαριτι 
17 παρακαλεσαι υμων τας καρδιας και στηριξαι εν παντι εργω και λογω αγαθω 1 Thess 3:13


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle