Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 το λοιπον προσευχεσθε αδελφοι περι ημων ινα ο λογος του κυριου τρεχη και δοξαζηται καθως και προς υμας Matt 9:38, Eph 6:19, Col 4:3
2 και ινα ρυσθωμεν απο των ατοπων και πονηρων ανθρωπων ου γαρ παντων η πιστις Rom 15:31, John 6:44
3 πιστος δε εστιν ο κυριος ος στηριξει υμας και φυλαξει απο του πονηρου 1 Thess 5:24, John 17:15
4 πεποιθαμεν δε εν κυριω εφ υμας οτι α παραγγελλομεν [και] ποιειτε και ποιησετε 
5 ο δε κυριος κατευθυναι υμων τας καρδιας εις την αγαπην του θεου και εις την υπομονην του χριστου 
6 παραγγελλομεν δε υμιν αδελφοι εν ονοματι του κυριου [ημων] ιησου χριστου στελλεσθαι υμας απο παντος αδελφου ατακτως περιπατουντος και μη κατα την παραδοσιν ην παρελαβοσαν παρ ημων 2 Thess 3:14, 1 Cor 5:11, Tit 3:10, 2 Thess 2:15
7 αυτοι γαρ οιδατε πως δει μιμεισθαι ημας οτι ουκ ητακτησαμεν εν υμιν 1 Cor 11:1, 1 Thess 1:6, 1 Thess 2:10
8 ουδε δωρεαν αρτον εφαγομεν παρα τινος αλλ εν κοπω και μοχθω νυκτος και ημερας εργαζομενοι προς το μη επιβαρησαι τινα υμων Acts 18:3, Acts 20:34, 1 Cor 4:12, 2 Cor 11:9, 2 Cor 12:13, 1 Thess 2:9
9 ουχ οτι ουκ εχομεν εξουσιαν αλλ ινα εαυτους τυπον δωμεν υμιν εις το μιμεισθαι ημας 1 Cor 9:3, 1 Cor 9:6, 1 Thess 2:9, 1 Cor 4:16, 1 Cor 11:1, Phil 3:17, 1 Thess 1:6
10 και γαρ οτε ημεν προς υμας τουτο παρηγγελλομεν υμιν οτι ει τις ου θελει εργαζεσθαι μηδε εσθιετω 
11 ακουομεν γαρ τινας περιπατουντας εν υμιν ατακτως μηδεν εργαζομενους αλλα περιεργαζομενους 
12 τοις δε τοιουτοις παραγγελλομεν και παρακαλουμεν εν κυριω ιησου χριστω ινα μετα ησυχιας εργαζομενοι τον εαυτων αρτον εσθιωσιν 1 Thess 4:11, Eph 4:28
13 υμεις δε αδελφοι μη εγκακησητε καλοποιουντες Gal 6:9
14 ει δε τις ουχ υπακουει τω λογω ημων δια της επιστολης τουτον σημειουσθε μη συναναμιγνυσθαι αυτω ινα εντραπη 2 Thess 3:6, Matt 18:17, 1 Cor 5:9
15 και μη ως εχθρον ηγεισθε αλλα νουθετειτε ως αδελφον 
16 αυτος δε ο κυριος της ειρηνης δωη υμιν την ειρηνην δια παντος εν παντι τροπω ο κυριος μετα παντων υμων Rom 15:33, Rom 16:20, 1 Cor 14:33, 2 Cor 13:11, Phil 4:9, 1 Thess 5:23
17 ο ασπασμος τη εμη χειρι παυλου ο εστιν σημειον εν παση επιστολη ουτως γραφω 1 Cor 16:21, Col 4:18
18 η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle