Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 παυλος αποστολος χριστου ιησου κατ επιταγην θεου σωτηρος ημων και χριστου ιησου της ελπιδος ημων Acts 9:15, Col 1:27
2 τιμοθεω γνησιω τεκνω εν πιστει χαρις ελεος ειρηνη απο θεου πατρος και χριστου ιησου του κυριου ημων Acts 16:1, 1 Thess 3:2, 1 Cor 4:17, Gal 1:3, 1 Pet 1:2
3 καθως παρεκαλεσα σε προσμειναι εν εφεσω πορευομενος εις μακεδονιαν ινα παραγγειλης τισιν μη ετεροδιδασκαλειν Acts 20:1
4 μηδε προσεχειν μυθοις και γενεαλογιαις απεραντοις αιτινες εκζητησεις παρεχουσιν μαλλον η οικονομιαν θεου την εν πιστει 1 Tim 4:7, 1 Tim 6:20, 2 Tim 2:16, Tit 1:14, Tit 3:9, 1 Tim 6:4
5 το δε τελος της παραγγελιας εστιν αγαπη εκ καθαρας καρδιας και συνειδησεως αγαθης και πιστεως ανυποκριτου Rom 13:8, Gal 5:14
6 ων τινες αστοχησαντες εξετραπησαν εις ματαιολογιαν 
7 θελοντες ειναι νομοδιδασκαλοι μη νοουντες μητε α λεγουσιν μητε περι τινων διαβεβαιουνται 
8 οιδαμεν δε οτι καλος ο νομος εαν τις αυτω νομιμως χρηται Rom 7:12
9 ειδως τουτο οτι δικαιω νομος ου κειται ανομοις δε και ανυποτακτοις ασεβεσι και αμαρτωλοις ανοσιοις και βεβηλοις πατρολωαις και μητρολωαις ανδροφονοις Gal 5:23
10 πορνοις αρσενοκοιταις ανδραποδισταις ψευσταις επιορκοις και ει τι ετερον τη υγιαινουση διδασκαλια αντικειται 
11 κατα το ευαγγελιον της δοξης του μακαριου θεου ο επιστευθην εγω 1 Tim 6:15, 1 Thess 2:4
12 χαριν εχω τω ενδυναμωσαντι με χριστω ιησου τω κυριω ημων οτι πιστον με ηγησατο θεμενος εις διακονιαν 
13 το προτερον οντα βλασφημον και διωκτην και υβριστην αλλα ηλεηθην οτι αγνοων εποιησα εν απιστια Acts 8:3, Acts 9:1, Acts 22:4, Acts 26:9, 1 Cor 15:9, Gal 1:13, John 9:39, John 9:41, Acts 3:17
14 υπερεπλεονασεν δε η χαρις του κυριου ημων μετα πιστεως και αγαπης της εν χριστω ιησου 
15 πιστος ο λογος και πασης αποδοχης αξιος οτι χριστος ιησους ηλθεν εις τον κοσμον αμαρτωλους σωσαι ων πρωτος ειμι εγω Matt 9:13, Mark 2:17, Luke 5:32, Luke 19:10, 1 John 3:5
16 αλλα δια τουτο ηλεηθην ινα εν εμοι πρωτω ενδειξηται χριστος ιησους την απασαν μακροθυμιαν προς υποτυπωσιν των μελλοντων πιστευειν επ αυτω εις ζωην αιωνιον 
17 τω δε βασιλει των αιωνων αφθαρτω αορατω μονω θεω τιμη και δοξα εις τους αιωνας των αιωνων αμην 
18 ταυτην την παραγγελιαν παρατιθεμαι σοι τεκνον τιμοθεε κατα τας προαγουσας επι σε προφητειας ινα στρατευη εν αυταις την καλην στρατειαν 1 Tim 6:12
19 εχων πιστιν και αγαθην συνειδησιν ην τινες απωσαμενοι περι την πιστιν εναυαγησαν 1 Tim 3:9
20 ων εστιν υμεναιος και αλεξανδρος ους παρεδωκα τω σατανα ινα παιδευθωσιν μη βλασφημειν 2 Tim 2:17, 2 Tim 4:14, 1 Tim 5:5


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle