Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 το δε πνευμα ρητως λεγει οτι εν υστεροις καιροις αποστησονται τινες της πιστεως προσεχοντες πνευμασιν πλανοις και διδασκαλιαις δαιμονιων 2 Tim 3:1, 2 Pet 3:3, Jude 1:18, Matt 24:23, 2 Thess 2:3
2 εν υποκρισει ψευδολογων κεκαυστηριασμενων την ιδιαν συνειδησιν 
3 κωλυοντων γαμειν απεχεσθαι βρωματων α ο θεος εκτισεν εις μεταλημψιν μετα ευχαριστιας τοις πιστοις και επεγνωκοσι την αληθειαν Gen 1:29, Gen 9:3, Rom 14:6, 1 Cor 10:30
4 οτι παν κτισμα θεου καλον και ουδεν αποβλητον μετα ευχαριστιας λαμβανομενον Gen 1:31, Acts 10:15, Rom 14:14
5 αγιαζεται γαρ δια λογου θεου και εντευξεως 
6 ταυτα υποτιθεμενος τοις αδελφοις καλος εση διακονος χριστου ιησου εντρεφομενος τοις λογοις της πιστεως και της καλης διδασκαλιας η παρηκολουθηκας 2 Tim 1:5, 2 Tim 3:14
7 τους δε βεβηλους και γραωδεις μυθους παραιτου γυμναζε δε σεαυτον προς ευσεβειαν 1 Tim 1:4, 1 Tim 6:20, 2 Tim 2:16, Tit 1:14, Tit 3:9
8 η γαρ σωματικη γυμνασια προς ολιγον εστιν ωφελιμος η δε ευσεβεια προς παντα ωφελιμος εστιν επαγγελιαν εχουσα ζωης της νυν και της μελλουσης Col 2:23
9 πιστος ο λογος και πασης αποδοχης αξιος 
10 εις τουτο γαρ κοπιωμεν και αγωνιζομεθα οτι ηλπικαμεν επι θεω ζωντι ος εστιν σωτηρ παντων ανθρωπων μαλιστα πιστων 
11 παραγγελλε ταυτα και διδασκε 
12 μηδεις σου της νεοτητος καταφρονειτω αλλα τυπος γινου των πιστων εν λογω εν αναστροφη εν αγαπη εν πιστει εν αγνεια Tit 2:15, Tit 2:7, 1 Pet 5:3
13 εως ερχομαι προσεχε τη αναγνωσει τη παρακλησει τη διδασκαλια 
14 μη αμελει του εν σοι χαρισματος ο εδοθη σοι δια προφητειας μετα επιθεσεως των χειρων του πρεσβυτεριου Acts 6:6, Acts 8:17, Acts 13:3, Acts 19:6, 1 Tim 5:22, 2 Tim 1:6
15 ταυτα μελετα εν τουτοις ισθι ινα σου η προκοπη φανερα η πασιν 
16 επεχε σεαυτω και τη διδασκαλια επιμενε αυτοις τουτο γαρ ποιων και σεαυτον σωσεις και τους ακουοντας σου 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle