Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 πρεσβυτερω μη επιπληξης αλλα παρακαλει ως πατερα νεωτερους ως αδελφους Lev 19:32
2 πρεσβυτερας ως μητερας νεωτερας ως αδελφας εν παση αγνεια 
3 χηρας τιμα τας οντως χηρας 
4 ει δε τις χηρα τεκνα η εκγονα εχει μανθανετωσαν πρωτον τον ιδιον οικον ευσεβειν και αμοιβας αποδιδοναι τοις προγονοις τουτο γαρ εστιν αποδεκτον ενωπιον του θεου Gen 45:10, Matt 15:4, Mark 7:10, Eph 6:1
5 η δε οντως χηρα και μεμονωμενη ηλπικεν επι θεον και προσμενει ταις δεησεσιν και ταις προσευχαις νυκτος και ημερας 1 Cor 7:32, Luke 2:36
6 η δε σπαταλωσα ζωσα τεθνηκεν 
7 και ταυτα παραγγελλε ινα ανεπιλημπτοι ωσιν 
8 ει δε τις των ιδιων και μαλιστα οικειων ου προνοει την πιστιν ηρνηται και εστιν απιστου χειρων Gal 6:10
9 χηρα καταλεγεσθω μη ελαττον ετων εξηκοντα γεγονυια ενος ανδρος γυνη 
10 εν εργοις καλοις μαρτυρουμενη ει ετεκνοτροφησεν ει εξενοδοχησεν ει αγιων ποδας ενιψεν ει θλιβομενοις επηρκεσεν ει παντι εργω αγαθω επηκολουθησεν 1 Pet 4:9, Gen 18:4, Gen 19:2, Luke 7:38, Luke 7:44
11 νεωτερας δε χηρας παραιτου οταν γαρ καταστρηνιασωσιν του χριστου γαμειν θελουσιν 
12 εχουσαι κριμα οτι την πρωτην πιστιν ηθετησαν 
13 αμα δε και αργαι μανθανουσιν περιερχομεναι τας οικιας ου μονον δε αργαι αλλα και φλυαροι και περιεργοι λαλουσαι τα μη δεοντα Tit 2:3
14 βουλομαι ουν νεωτερας γαμειν τεκνογονειν οικοδεσποτειν μηδεμιαν αφορμην διδοναι τω αντικειμενω λοιδοριας χαριν 1 Cor 7:9
15 ηδη γαρ τινες εξετραπησαν οπισω του σατανα 
16 ει τις πιστη εχει χηρας επαρκειτω αυταις και μη βαρεισθω η εκκλησια ινα ταις οντως χηραις επαρκεση 
17 οι καλως προεστωτες πρεσβυτεροι διπλης τιμης αξιουσθωσαν μαλιστα οι κοπιωντες εν λογω και διδασκαλια Rom 15:27, 1 Cor 9:11, Gal 6:6, Phil 2:29, 1 Thess 5:12, Heb 13:17
18 λεγει γαρ η γραφη βουν αλοωντα ου φιμωσεις και αξιος ο εργατης του μισθου αυτου Deut 25:4, 1 Cor 9:9, Lev 19:13, Deut 24:14, Matt 10:10, Luke 10:7
19 κατα πρεσβυτερου κατηγοριαν μη παραδεχου εκτος ει μη επι δυο η τριων μαρτυρων Deut 19:15
20 τους αμαρτανοντας ενωπιον παντων ελεγχε ινα και οι λοιποι φοβον εχωσιν 
21 διαμαρτυρομαι ενωπιον του θεου και χριστου ιησου και των εκλεκτων αγγελων ινα ταυτα φυλαξης χωρις προκριματος μηδεν ποιων κατα προσκλισιν Rom 1:9, Rom 9:1, 2 Cor 1:23, 2 Cor 11:31, Gal 1:20, Phil 1:8, 1 Thess 2:5, 1 Thess 5:27, 1 Tim 6:13, Deut 17:4, Deut 19:18
22 χειρας ταχεως μηδενι επιτιθει μηδε κοινωνει αμαρτιαις αλλοτριαις σεαυτον αγνον τηρει Acts 6:6, Acts 8:17, Acts 13:3, Acts 19:6, 1 Tim 4:14, 2 Tim 1:6
23 μηκετι υδροποτει αλλα οινω ολιγω χρω δια τον στομαχον και τας πυκνας σου ασθενειας Psa 104:15
24 τινων ανθρωπων αι αμαρτιαι προδηλοι εισιν προαγουσαι εις κρισιν τισιν δε και επακολουθουσιν Gal 5:19
25 ωσαυτως και τα εργα τα καλα προδηλα και τα αλλως εχοντα κρυβηναι ου δυνανται 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle