Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 οσοι εισιν υπο ζυγον δουλοι τους ιδιους δεσποτας πασης τιμης αξιους ηγεισθωσαν ινα μη το ονομα του θεου και η διδασκαλια βλασφημηται Eph 6:5, Col 3:22, Tit 2:9, 1 Pet 2:18
2 οι δε πιστους εχοντες δεσποτας μη καταφρονειτωσαν οτι αδελφοι εισιν αλλα μαλλον δουλευετωσαν οτι πιστοι εισιν και αγαπητοι οι της ευεργεσιας αντιλαμβανομενοι ταυτα διδασκε και παρακαλει 
3 ει τις ετεροδιδασκαλει και μη προσερχεται υγιαινουσιν λογοις τοις του κυριου ημων ιησου χριστου και τη κατ ευσεβειαν διδασκαλια 
4 τετυφωται μηδεν επισταμενος αλλα νοσων περι ζητησεις και λογομαχιας εξ ων γινεται φθονος ερις βλασφημιαι υπονοιαι πονηραι 1 Tim 1:4, 2 Tim 2:23, Tit 3:9
5 διαπαρατριβαι διεφθαρμενων ανθρωπων τον νουν και απεστερημενων της αληθειας νομιζοντων πορισμον ειναι την ευσεβειαν 1 Cor 11:16
6 εστιν δε πορισμος μεγας η ευσεβεια μετα αυταρκειας Prov 15:16, Heb 13:5
7 ουδεν γαρ εισηνεγκαμεν εις τον κοσμον οτι ουδε εξενεγκειν τι δυναμεθα Job 1:21, Job 27:19, Psa 49:17
8 εχοντες δε διατροφας και σκεπασματα τουτοις αρκεσθησομεθα Prov 27:26, Psa 55:22, Matt 6:25, 1 Pet 5:7
9 οι δε βουλομενοι πλουτειν εμπιπτουσιν εις πειρασμον και παγιδα και επιθυμιας πολλας ανοητους και βλαβερας αιτινες βυθιζουσιν τους ανθρωπους εις ολεθρον και απωλειαν Prov 11:28, Matt 13:22, Ja 5:1
10 ριζα γαρ παντων των κακων εστιν η φιλαργυρια ης τινες ορεγομενοι απεπλανηθησαν απο της πιστεως και εαυτους περιεπειραν οδυναις πολλαις Ex 23:8, Deut 16:19, Prov 15:16
11 συ δε ω ανθρωπε θεου ταυτα φευγε διωκε δε δικαιοσυνην ευσεβειαν πιστιν αγαπην υπομονην πραυπαθιαν 2 Tim 2:22
12 αγωνιζου τον καλον αγωνα της πιστεως επιλαβου της αιωνιου ζωης εις ην εκληθης και ωμολογησας την καλην ομολογιαν ενωπιον πολλων μαρτυρων 1 Tim 1:18
13 παραγγελλω [σοι] ενωπιον του θεου του ζωογονουντος τα παντα και χριστου ιησου του μαρτυρησαντος επι ποντιου πιλατου την καλην ομολογιαν 1 Tim 5:21, Deut 32:39, 1 Sam 2:6, Matt 27:11, John 18:37
14 τηρησαι σε την εντολην ασπιλον ανεπιλημπτον μεχρι της επιφανειας του κυριου ημων ιησου χριστου 
15 ην καιροις ιδιοις δειξει ο μακαριος και μονος δυναστης ο βασιλευς των βασιλευοντων και κυριος των κυριευοντων 1 Tim 1:17, Rev 17:14, Rev 19:16
16 ο μονος εχων αθανασιαν φως οικων απροσιτον ον ειδεν ουδεις ανθρωπων ουδε ιδειν δυναται ω τιμη και κρατος αιωνιον αμην Ex 33:20, Deut 4:12, 1 John 4:12
17 τοις πλουσιοις εν τω νυν αιωνι παραγγελλε μη υψηλοφρονειν μηδε ηλπικεναι επι πλουτου αδηλοτητι αλλ επι θεω τω παρεχοντι ημιν παντα πλουσιως εις απολαυσιν Mark 4:18, Luke 8:14
18 αγαθοεργειν πλουτειν εν εργοις καλοις ευμεταδοτους ειναι κοινωνικους 
19 αποθησαυριζοντας εαυτοις θεμελιον καλον εις το μελλον ινα επιλαβωνται της οντως ζωης Matt 6:20, Luke 12:33, Luke 16:9
20 ω τιμοθεε την παραθηκην φυλαξον εκτρεπομενος τας βεβηλους κενοφωνιας και αντιθεσεις της ψευδωνυμου γνωσεως 1 Tim 1:4, 1 Tim 4:7, 2 Tim 2:16, Tit 1:14, Tit 3:9
21 ην τινες επαγγελλομενοι περι την πιστιν ηστοχησαν η χαρις μεθ υμων 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle