Language
 Γλώσσα  
 The polytonic New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 παῦλος ἀπόστολος χριστοῦ ἰησοῦ διὰ θελήματος θεοῦ κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν χριστῷ ἰησοῦ 
2 τιμοθέῳ ἀγαπητῷ τέκνῳ: χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ χριστοῦ ἰησοῦ τοῦ κυρίου ἡμῶν. Gal 1:3, 1 Tim 1:2, 1 Pet 1:2
3 χάριν ἔχω τῷ θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας, Acts 22:3, Rom 1:9, 1 Thess 1:2, 1 Thess 3:10
4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, 
5 ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου λωΐδι καὶ τῇ μητρί σου εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. 
6 δι' ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου: Acts 6:6, Acts 8:17, Acts 13:3, Acts 19:6, 1 Tim 4:14, 1 Tim 5:22
7 οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. Rom 8:15
8 μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν θεοῦ, Rom 1:16, Acts 21:33, Eph 3:1, Eph 4:1, Col 4:18, Philem 1:1, Philem 1:9, Philem 1:13
9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν χριστῷ ἰησοῦ πρὸ χρόνων αἰωνίων, Eph 1:3, Tit 3:4
10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν χριστοῦ ἰησοῦ, καταργήσαντος μὲν τὸν θάνατον φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, Rom 16:25, Eph 1:9, Eph 3:9, Col 1:26, Tit 1:2, 1 Pet 1:20, Isa 25:8, Heb 2:14
11 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος. Acts 9:15, Acts 13:2, Acts 22:21, Gal 1:15, Gal 2:8, Eph 3:8, 1 Tim 2:7
12 δι' ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ' οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. 
13 ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν χριστῷ ἰησοῦ: 1 Tim 3:14
14 τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. 
15 οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ ἀσίᾳ, ὧν ἐστιν φύγελος καὶ ἑρμογένης. Acts 19:10
16 δῴη ἔλεος ὁ κύριος τῷ ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, 2 Tim 4:19
17 ἀλλὰ γενόμενος ἐν ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν 
18 _ δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ _ καὶ ὅσα ἐν ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις. 


Text in MS Word document format Other texts: Vamvas Νestle GRV wit variants