Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 παυλος αποστολος χριστου ιησου δια θεληματος θεου κατ επαγγελιαν ζωης της εν χριστω ιησου 
2 τιμοθεω αγαπητω τεκνω χαρις ελεος ειρηνη απο θεου πατρος και χριστου ιησου του κυριου ημων Gal 1:3, 1 Tim 1:2, 1 Pet 1:2
3 χαριν εχω τω θεω ω λατρευω απο προγονων εν καθαρα συνειδησει ως αδιαλειπτον εχω την περι σου μνειαν εν ταις δεησεσιν μου νυκτος και ημερας Acts 22:3, Rom 1:9, 1 Thess 1:2, 1 Thess 3:10
4 επιποθων σε ιδειν μεμνημενος σου των δακρυων ινα χαρας πληρωθω 
5 υπομνησιν λαβων της εν σοι ανυποκριτου πιστεως ητις ενωκησεν πρωτον εν τη μαμμη σου λωιδι και τη μητρι σου ευνικη πεπεισμαι δε οτι και εν σοι 
6 δι ην αιτιαν αναμιμνησκω σε αναζωπυρειν το χαρισμα του θεου ο εστιν εν σοι δια της επιθεσεως των χειρων μου Acts 6:6, Acts 8:17, Acts 13:3, Acts 19:6, 1 Tim 4:14, 1 Tim 5:22
7 ου γαρ εδωκεν ημιν ο θεος πνευμα δειλιας αλλα δυναμεως και αγαπης και σωφρονισμου Rom 8:15
8 μη ουν επαισχυνθης το μαρτυριον του κυριου ημων μηδε εμε τον δεσμιον αυτου αλλα συγκακοπαθησον τω ευαγγελιω κατα δυναμιν θεου Rom 1:16, Acts 21:33, Eph 3:1, Eph 4:1, Col 4:18, Philem 1:1, Philem 1:9, Philem 1:13
9 του σωσαντος ημας και καλεσαντος κλησει αγια ου κατα τα εργα ημων αλλα κατα ιδιαν προθεσιν και χαριν την δοθεισαν ημιν εν χριστω ιησου προ χρονων αιωνιων Eph 1:3, Tit 3:4
10 φανερωθεισαν δε νυν δια της επιφανειας του σωτηρος ημων χριστου ιησου καταργησαντος μεν τον θανατον φωτισαντος δε ζωην και αφθαρσιαν δια του ευαγγελιου Rom 16:25, Eph 1:9, Eph 3:9, Col 1:26, Tit 1:2, 1 Pet 1:20, Isa 25:8, Heb 2:14
11 εις ο ετεθην εγω κηρυξ και αποστολος και διδασκαλος Acts 9:15, Acts 13:2, Acts 22:21, Gal 1:15, Gal 2:8, Eph 3:8, 1 Tim 2:7
12 δι ην αιτιαν και ταυτα πασχω αλλ ουκ επαισχυνομαι οιδα γαρ ω πεπιστευκα και πεπεισμαι οτι δυνατος εστιν την παραθηκην μου φυλαξαι εις εκεινην την ημεραν 
13 υποτυπωσιν εχε υγιαινοντων λογων ων παρ εμου ηκουσας εν πιστει και αγαπη τη εν χριστω ιησου 1 Tim 3:14
14 την καλην παραθηκην φυλαξον δια πνευματος αγιου του ενοικουντος εν ημιν 
15 οιδας τουτο οτι απεστραφησαν με παντες οι εν τη ασια ων εστιν φυγελος και ερμογενης Acts 19:10
16 δωη ελεος ο κυριος τω ονησιφορου οικω οτι πολλακις με ανεψυξεν και την αλυσιν μου ουκ επαισχυνθη 2 Tim 4:19
17 αλλα γενομενος εν ρωμη σπουδαιως εζητησεν με και ευρεν 
18 δωη αυτω ο κυριος ευρειν ελεος παρα κυριου εν εκεινη τη ημερα και οσα εν εφεσω διηκονησεν βελτιον συ γινωσκεις 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle