Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 συ ουν τεκνον μου ενδυναμου εν τη χαριτι τη εν χριστω ιησου 
2 και α ηκουσας παρ εμου δια πολλων μαρτυρων ταυτα παραθου πιστοις ανθρωποις οιτινες ικανοι εσονται και ετερους διδαξαι Tit 1:5
3 συγκακοπαθησον ως καλος στρατιωτης χριστου ιησου 
4 ουδεις στρατευομενος εμπλεκεται ταις του βιου πραγματειαις ινα τω στρατολογησαντι αρεση 1 Cor 9:25
5 εαν δε και αθλη τις ου στεφανουται εαν μη νομιμως αθληση 
6 τον κοπιωντα γεωργον δει πρωτον των καρπων μεταλαμβανειν 1 Cor 9:10
7 νοει ο λεγω δωσει γαρ σοι ο κυριος συνεσιν εν πασιν 
8 μνημονευε ιησουν χριστον εγηγερμενον εκ νεκρων εκ σπερματος δαυιδ κατα το ευαγγελιον μου 2 Sam 7:12, Psa 132:11, Isa 11:1, Matt 1:1, Acts 2:30, Acts 13:23, Rom 1:3
9 εν ω κακοπαθω μεχρι δεσμων ως κακουργος αλλα ο λογος του θεου ου δεδεται Eph 3:13, Col 1:24, Eph 3:1, Eph 4:1, Phil 1:7, Col 4:3, Col 4:18, 2 Tim 1:8
10 δια τουτο παντα υπομενω δια τους εκλεκτους ινα και αυτοι σωτηριας τυχωσιν της εν χριστω ιησου μετα δοξης αιωνιου 
11 πιστος ο λογος ει γαρ συναπεθανομεν και συζησομεν Rom 6:8
12 ει υπομενομεν και συμβασιλευσομεν ει αρνησομεθα κακεινος αρνησεται ημας Rom 8:17, 2 Cor 4:10, Phil 3:10, 1 Pet 4:13, Matt 10:33, Mark 8:38, Luke 9:26, Luke 12:9
13 ει απιστουμεν εκεινος πιστος μενει αρνησασθαι γαρ εαυτον ου δυναται Num 23:19, Rom 3:3, Rom 9:6
14 ταυτα υπομιμνησκε διαμαρτυρομενος ενωπιον του θεου μη λογομαχειν επ ουδεν χρησιμον επι καταστροφη των ακουοντων 
15 σπουδασον σεαυτον δοκιμον παραστησαι τω θεω εργατην ανεπαισχυντον ορθοτομουντα τον λογον της αληθειας 
16 τας δε βεβηλους κενοφωνιας περιιστασο επι πλειον γαρ προκοψουσιν ασεβειας 1 Tim 1:4, 1 Tim 4:7, 1 Tim 6:20, Tit 1:14, Tit 3:9
17 και ο λογος αυτων ως γαγγραινα νομην εξει ων εστιν υμεναιος και φιλητος 
18 οιτινες περι την αληθειαν ηστοχησαν λεγοντες [την] αναστασιν ηδη γεγονεναι και ανατρεπουσιν την τινων πιστιν 
19 ο μεντοι στερεος θεμελιος του θεου εστηκεν εχων την σφραγιδα ταυτην εγνω κυριος τους οντας αυτου και αποστητω απο αδικιας πας ο ονομαζων το ονομα κυριου John 10:14
20 εν μεγαλη δε οικια ουκ εστιν μονον σκευη χρυσα και αργυρα αλλα και ξυλινα και οστρακινα και α μεν εις τιμην α δε εις ατιμιαν Rom 9:21
21 εαν ουν τις εκκαθαρη εαυτον απο τουτων εσται σκευος εις τιμην ηγιασμενον ευχρηστον τω δεσποτη εις παν εργον αγαθον ητοιμασμενον 
22 τας δε νεωτερικας επιθυμιας φευγε διωκε δε δικαιοσυνην πιστιν αγαπην ειρηνην μετα των επικαλουμενων τον κυριον εκ καθαρας καρδιας 1 Tim 6:11
23 τας δε μωρας και απαιδευτους ζητησεις παραιτου ειδως οτι γεννωσιν μαχας 1 Tim 1:4, 1 Tim 6:4, Tit 3:9
24 δουλον δε κυριου ου δει μαχεσθαι αλλα ηπιον ειναι προς παντας διδακτικον ανεξικακον 1 Tim 3:2
25 εν πραυτητι παιδευοντα τους αντιδιατιθεμενους μηποτε δωη αυτοις ο θεος μετανοιαν εις επιγνωσιν αληθειας Gal 6:1
26 και ανανηψωσιν εκ της του διαβολου παγιδος εζωγρημενοι υπ αυτου εις το εκεινου θελημα 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle