Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 διαμαρτυρομαι ενωπιον του θεου και χριστου ιησου του μελλοντος κρινειν ζωντας και νεκρους και την επιφανειαν αυτου και την βασιλειαν αυτου Rom 1:9, Rom 9:1, 2 Cor 1:23, 2 Cor 11:31, Gal 1:20, Phil 1:8, 1 Thess 2:5, 1 Tim 5:21, 1 Tim 6:13
2 κηρυξον τον λογον επιστηθι ευκαιρως ακαιρως ελεγξον επιτιμησον παρακαλεσον εν παση μακροθυμια και διδαχη 
3 εσται γαρ καιρος οτε της υγιαινουσης διδασκαλιας ουκ ανεξονται αλλα κατα τας ιδιας επιθυμιας εαυτοις επισωρευσουσιν διδασκαλους κνηθομενοι την ακοην 
4 και απο μεν της αληθειας την ακοην αποστρεψουσιν επι δε τους μυθους εκτραπησονται 
5 συ δε νηφε εν πασιν κακοπαθησον εργον ποιησον ευαγγελιστου την διακονιαν σου πληροφορησον 
6 εγω γαρ ηδη σπενδομαι και ο καιρος της αναλυσεως μου εφεστηκεν 2 Pet 1:14
7 τον καλον αγωνα ηγωνισμαι τον δρομον τετελεκα την πιστιν τετηρηκα 
8 λοιπον αποκειται μοι ο της δικαιοσυνης στεφανος ον αποδωσει μοι ο κυριος εν εκεινη τη ημερα ο δικαιος κριτης ου μονον δε εμοι αλλα και πασι τοις ηγαπηκοσι την επιφανειαν αυτου 1 Cor 9:25, 1 Pet 5:4
9 σπουδασον ελθειν προς με ταχεως 
10 δημας γαρ με εγκατελιπεν αγαπησας τον νυν αιωνα και επορευθη εις θεσσαλονικην κρησκης εις γαλατιαν τιτος εις δαλματιαν Col 4:14, Philem 1:24
11 λουκας εστιν μονος μετ εμου μαρκον αναλαβων αγε μετα σεαυτου εστιν γαρ μοι ευχρηστος εις διακονιαν Col 4:14, Acts 15:37, Col 4:10, Philem 1:24
12 τυχικον δε απεστειλα εις εφεσον Acts 20:4, Col 4:7
13 τον φαιλονην ον απελιπον εν τρωαδι παρα καρπω ερχομενος φερε και τα βιβλια μαλιστα τας μεμβρανας 
14 αλεξανδρος ο χαλκευς πολλα μοι κακα ενεδειξατο αποδωσει αυτω ο κυριος κατα τα εργα αυτου 1 Tim 1:20
15 ον και συ φυλασσου λιαν γαρ αντεστη τοις ημετεροις λογοις 
16 εν τη πρωτη μου απολογια ουδεις μοι παρεγενετο αλλα παντες με εγκατελιπον μη αυτοις λογισθειη 
17 ο δε κυριος μοι παρεστη και ενεδυναμωσεν με ινα δι εμου το κηρυγμα πληροφορηθη και ακουσωσιν παντα τα εθνη και ερρυσθην εκ στοματος λεοντος 
18 ρυσεται με ο κυριος απο παντος εργου πονηρου και σωσει εις την βασιλειαν αυτου την επουρανιον ω η δοξα εις τους αιωνας των αιωνων αμην 
19 ασπασαι πρισκαν και ακυλαν και τον ονησιφορου οικον Acts 18:2, Rom 16:3
20 εραστος εμεινεν εν κορινθω τροφιμον δε απελιπον εν μιλητω ασθενουντα 
21 σπουδασον προ χειμωνος ελθειν ασπαζεται σε ευβουλος και πουδης και λινος και κλαυδια και οι αδελφοι παντες 
22 ο κυριος μετα του πνευματος σου η χαρις μεθ υμων 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle