Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 παυλος δουλος θεου αποστολος δε ιησου χριστου κατα πιστιν εκλεκτων θεου και επιγνωσιν αληθειας της κατ ευσεβειαν 
2 επ ελπιδι ζωης αιωνιου ην επηγγειλατο ο αψευδης θεος προ χρονων αιωνιων Num 23:19, 2 Tim 2:13, Rom 16:25, Eph 1:9, Eph 3:9, Col 1:26, 1 Pet 1:20
3 εφανερωσεν δε καιροις ιδιοις τον λογον αυτου εν κηρυγματι ο επιστευθην εγω κατ επιταγην του σωτηρος ημων θεου Acts 20:24, Gal 1:1
4 τιτω γνησιω τεκνω κατα κοινην πιστιν χαρις και ειρηνη απο θεου πατρος και χριστου ιησου του σωτηρος ημων 2 Cor 2:12, 2 Cor 7:14, 2 Cor 8:6, 2 Cor 8:16, Gal 2:3, Eph 1:2, Col 1:2, 2 Tim 1:2, 1 Pet 1:2
5 τουτου χαριν απελιπον σε εν κρητη ινα τα λειποντα επιδιορθωση και καταστησης κατα πολιν πρεσβυτερους ως εγω σοι διεταξαμην 2 Tim 2:2
6 ει τις εστιν ανεγκλητος μιας γυναικος ανηρ τεκνα εχων πιστα μη εν κατηγορια ασωτιας η ανυποτακτα 1 Tim 3:2
7 δει γαρ τον επισκοπον ανεγκλητον ειναι ως θεου οικονομον μη αυθαδη μη οργιλον μη παροινον μη πληκτην μη αισχροκερδη Matt 24:45, 1 Cor 4:1, 1 Tim 3:15, Lev 10:9, Eph 5:18, 1 Tim 3:3, 1 Pet 5:2
8 αλλα φιλοξενον φιλαγαθον σωφρονα δικαιον οσιον εγκρατη 1 Tim 3:2
9 αντεχομενον του κατα την διδαχην πιστου λογου ινα δυνατος η και παρακαλειν εν τη διδασκαλια τη υγιαινουση και τους αντιλεγοντας ελεγχειν 
10 εισιν γαρ πολλοι [και] ανυποτακτοι ματαιολογοι και φρεναπαται μαλιστα οι εκ της περιτομης Acts 15:1
11 ους δει επιστομιζειν οιτινες ολους οικους ανατρεπουσιν διδασκοντες α μη δει αισχρου κερδους χαριν Matt 23:14, 2 Tim 3:6
12 ειπεν τις εξ αυτων ιδιος αυτων προφητης κρητες αει ψευσται κακα θηρια γαστερες αργαι 
13 η μαρτυρια αυτη εστιν αληθης δι ην αιτιαν ελεγχε αυτους αποτομως ινα υγιαινωσιν εν τη πιστει 
14 μη προσεχοντες ιουδαικοις μυθοις και εντολαις ανθρωπων αποστρεφομενων την αληθειαν Isa 29:13, Matt 15:9, Col 2:22, 1 Tim 1:4, 1 Tim 4:7, 1 Tim 6:20
15 παντα καθαρα τοις καθαροις τοις δε μεμιαμμενοις και απιστοις ουδεν καθαρον αλλα μεμιανται αυτων και ο νους και η συνειδησις Matt 15:11, Acts 10:15, Rom 14:20, Matt 23:35, Rom 14:23
16 θεον ομολογουσιν ειδεναι τοις δε εργοις αρνουνται βδελυκτοι οντες και απειθεις και προς παν εργον αγαθον αδοκιμοι 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle