Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 συ δε λαλει α πρεπει τη υγιαινουση διδασκαλια 
2 πρεσβυτας νηφαλιους ειναι σεμνους σωφρονας υγιαινοντας τη πιστει τη αγαπη τη υπομονη 
3 πρεσβυτιδας ωσαυτως εν καταστηματι ιεροπρεπεις μη διαβολους μηδε οινω πολλω δεδουλωμενας καλοδιδασκαλους 1 Tim 2:9, 1 Pet 3:3, 1 Tim 5:13
4 ινα σωφρονιζωσιν τας νεας φιλανδρους ειναι φιλοτεκνους 
5 σωφρονας αγνας οικουργους αγαθας υποτασσομενας τοις ιδιοις ανδρασιν ινα μη ο λογος του θεου βλασφημηται Gen 3:16, 1 Cor 14:34, Eph 5:22, Col 3:18, 1 Pet 3:1
6 τους νεωτερους ωσαυτως παρακαλει σωφρονειν 
7 περι παντα σεαυτον παρεχομενος τυπον καλων εργων εν τη διδασκαλια αφθοριαν σεμνοτητα 1 Tim 4:12, 1 Pet 5:3
8 λογον υγιη ακαταγνωστον ινα ο εξ εναντιας εντραπη μηδεν εχων λεγειν περι ημων φαυλον 1 Pet 2:12, 1 Pet 2:15, 1 Pet 3:16
9 δουλους ιδιοις δεσποταις υποτασσεσθαι εν πασιν ευαρεστους ειναι μη αντιλεγοντας Eph 6:5, Col 3:22, 1 Tim 6:1, 1 Pet 2:18
10 μη νοσφιζομενους αλλα πασαν πιστιν ενδεικνυμενους αγαθην ινα την διδασκαλιαν την του σωτηρος ημων θεου κοσμωσιν εν πασιν 
11 επεφανη γαρ η χαρις του θεου σωτηριος πασιν ανθρωποις 
12 παιδευουσα ημας ινα αρνησαμενοι την ασεβειαν και τας κοσμικας επιθυμιας σωφρονως και δικαιως και ευσεβως ζησωμεν εν τω νυν αιωνι Eph 1:4, Col 1:22, 2 Tim 1:9, 1 John 2:16
13 προσδεχομενοι την μακαριαν ελπιδα και επιφανειαν της δοξης του μεγαλου θεου και σωτηρος ημων ιησου χριστου 1 Cor 1:7, Phil 3:20
14 ος εδωκεν εαυτον υπερ ημων ινα λυτρωσηται ημας απο πασης ανομιας και καθαριση εαυτω λαον περιουσιον ζηλωτην καλων εργων Gal 1:4, Gal 2:20, Eph 5:2, Heb 9:14, Eph 2:10
15 ταυτα λαλει και παρακαλει και ελεγχε μετα πασης επιταγης μηδεις σου περιφρονειτω 1 Tim 4:12


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle