Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 υπομιμνησκε αυτους αρχαις εξουσιαις υποτασσεσθαι πειθαρχειν προς παν εργον αγαθον ετοιμους ειναι Rom 13:1, 1 Pet 2:13
2 μηδενα βλασφημειν αμαχους ειναι επιεικεις πασαν ενδεικνυμενους πραυτητα προς παντας ανθρωπους Phil 4:5
3 ημεν γαρ ποτε και ημεις ανοητοι απειθεις πλανωμενοι δουλευοντες επιθυμιαις και ηδοναις ποικιλαις εν κακια και φθονω διαγοντες στυγητοι μισουντες αλληλους 1 Cor 6:11, Eph 2:1, Col 3:7, 1 Pet 4:3
4 οτε δε η χρηστοτης και η φιλανθρωπια επεφανη του σωτηρος ημων θεου 
5 ουκ εξ εργων των εν δικαιοσυνη α εποιησαμεν ημεις αλλα κατα το αυτου ελεος εσωσεν ημας δια λουτρου παλιγγενεσιας και ανακαινωσεως πνευματος αγιου Eph 1:4, 2 Tim 1:9, Rom 3:20, Rom 3:28, Rom 4:2, Rom 4:6, Rom 9:11, Rom 11:6, Gal 2:16, Eph 2:9, Acts 15:11, Eph 2:4
6 ου εξεχεεν εφ ημας πλουσιως δια ιησου χριστου του σωτηρος ημων Ezek 36:25
7 ινα δικαιωθεντες τη εκεινου χαριτι κληρονομοι γενηθωμεν κατ ελπιδα ζωης αιωνιου 
8 πιστος ο λογος και περι τουτων βουλομαι σε διαβεβαιουσθαι ινα φροντιζωσιν καλων εργων προιστασθαι οι πεπιστευκοτες θεω ταυτα εστιν καλα και ωφελιμα τοις ανθρωποις 
9 μωρας δε ζητησεις και γενεαλογιας και ερεις και μαχας νομικας περιιστασο εισιν γαρ ανωφελεις και ματαιοι 1 Tim 1:4, 1 Tim 4:7, 1 Tim 6:20, Tit 1:14
10 αιρετικον ανθρωπον μετα μιαν και δευτεραν νουθεσιαν παραιτου Matt 18:17, Rom 16:17, 2 Thess 3:6, 2 Tim 3:5, 2 John 1:10
11 ειδως οτι εξεστραπται ο τοιουτος και αμαρτανει ων αυτοκατακριτος 
12 οταν πεμψω αρτεμαν προς σε η τυχικον σπουδασον ελθειν προς με εις νικοπολιν εκει γαρ κεκρικα παραχειμασαι Acts 20:4, Eph 6:21, 2 Tim 4:12
13 ζηναν τον νομικον και απολλων σπουδαιως προπεμψον ινα μηδεν αυτοις λειπη Acts 18:24, 1 Cor 1:12
14 μανθανετωσαν δε και οι ημετεροι καλων εργων προιστασθαι εις τας αναγκαιας χρειας ινα μη ωσιν ακαρποι 
15 ασπαζονται σε οι μετ εμου παντες ασπασαι τους φιλουντας ημας εν πιστει η χαρις μετα παντων υμων 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle