Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 πολυμερως και πολυτροπως παλαι ο θεος λαλησας τοις πατρασιν εν τοις προφηταις 
2 επ εσχατου των ημερων τουτων ελαλησεν ημιν εν υιω ον εθηκεν κληρονομον παντων δι ου και εποιησεν τους αιωνας Matt 21:38, Gen 1:3, Psa 33:6, John 1:3, Eph 3:9, Col 1:16
3 ος ων απαυγασμα της δοξης και χαρακτηρ της υποστασεως αυτου φερων τε τα παντα τω ρηματι της δυναμεως αυτου καθαρισμον των αμαρτιων ποιησαμενος εκαθισεν εν δεξια της μεγαλωσυνης εν υψηλοις 2 Cor 4:4, Phil 2:6, Col 1:15
4 τοσουτω κρειττων γενομενος των αγγελων οσω διαφορωτερον παρ αυτους κεκληρονομηκεν ονομα Phil 2:9
5 τινι γαρ ειπεν ποτε των αγγελων υιος μου ει συ εγω σημερον γεγεννηκα σε και παλιν εγω εσομαι αυτω εις πατερα και αυτος εσται μοι εις υιον Psa 2:7, Acts 13:33, Heb 5:5, 2 Sam 7:14, 1 Chr 22:10
6 οταν δε παλιν εισαγαγη τον πρωτοτοκον εις την οικουμενην λεγει και προσκυνησατωσαν αυτω παντες αγγελοι θεου Psa 97:7
7 και προς μεν τους αγγελους λεγει ο ποιων τους αγγελους αυτου πνευματα και τους λειτουργους αυτου πυρος φλογα Psa 104:4
8 προς δε τον υιον ο θρονος σου ο θεος εις τον αιωνα του αιωνος και η ραβδος της ευθυτητος ραβδος της βασιλειας σου Psa 45:6
9 ηγαπησας δικαιοσυνην και εμισησας ανομιαν δια τουτο εχρισεν σε ο θεος ο θεος σου ελαιον αγαλλιασεως παρα τους μετοχους σου 
10 και συ κατ αρχας κυριε την γην εθεμελιωσας και εργα των χειρων σου εισιν οι ουρανοι Psa 102:25
11 αυτοι απολουνται συ δε διαμενεις και παντες ως ιματιον παλαιωθησονται Isa 51:6, 2 Pet 3:7, 2 Pet 3:10
12 και ωσει περιβολαιον ελιξεις αυτους ως ιματιον και αλλαγησονται συ δε ο αυτος ει και τα ετη σου ουκ εκλειψουσιν 
13 προς τινα δε των αγγελων ειρηκεν ποτε καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποποδιον των ποδων σου Psa 110:1, Acts 2:34, 1 Cor 15:25, Eph 1:20, Heb 10:12
14 ουχι παντες εισιν λειτουργικα πνευματα εις διακονιαν αποστελλομενα δια τους μελλοντας κληρονομειν σωτηριαν 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle