Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 τοιγαρουν και ημεις τοσουτον εχοντες περικειμενον ημιν νεφος μαρτυρων ογκον αποθεμενοι παντα και την ευπεριστατον αμαρτιαν δι υπομονης τρεχωμεν τον προκειμενον ημιν αγωνα Rom 6:4, Eph 4:22, Col 3:8, 1 Pet 2:1, Rom 12:12, Heb 10:36, 1 Cor 9:24
2 αφορωντες εις τον της πιστεως αρχηγον και τελειωτην ιησουν ος αντι της προκειμενης αυτω χαρας υπεμεινεν σταυρον αισχυνης καταφρονησας εν δεξια τε του θρονου του θεου κεκαθικεν Luke 24:26, Phil 2:8, 1 Pet 1:11, Heb 1:3, Heb 8:1
3 αναλογισασθε γαρ τον τοιαυτην υπομεμενηκοτα υπο των αμαρτωλων εις εαυτον αντιλογιαν ινα μη καμητε ταις ψυχαις υμων εκλυομενοι 
4 ουπω μεχρις αιματος αντικατεστητε προς την αμαρτιαν ανταγωνιζομενοι 1 Cor 10:13
5 και εκλελησθε της παρακλησεως ητις υμιν ως υιοις διαλεγεται υιε μου μη ολιγωρει παιδειας κυριου μηδε εκλυου υπ αυτου ελεγχομενος Job 5:17, Prov 3:11, Rev 3:19
6 ον γαρ αγαπα κυριος παιδευει μαστιγοι δε παντα υιον ον παραδεχεται 
7 εις παιδειαν υπομενετε ως υιοις υμιν προσφερεται ο θεος τις γαρ υιος ον ου παιδευει πατηρ 
8 ει δε χωρις εστε παιδειας ης μετοχοι γεγονασιν παντες αρα νοθοι και ουχ υιοι εστε 
9 ειτα τους μεν της σαρκος ημων πατερας ειχομεν παιδευτας και ενετρεπομεθα ου πολυ [δε] μαλλον υποταγησομεθα τω πατρι των πνευματων και ζησομεν 
10 οι μεν γαρ προς ολιγας ημερας κατα το δοκουν αυτοις επαιδευον ο δε επι το συμφερον εις το μεταλαβειν της αγιοτητος αυτου 
11 πασα δε παιδεια προς μεν το παρον ου δοκει χαρας ειναι αλλα λυπης υστερον δε καρπον ειρηνικον τοις δι αυτης γεγυμνασμενοις αποδιδωσιν δικαιοσυνης 
12 διο τας παρειμενας χειρας και τα παραλελυμενα γονατα ανορθωσατε Isa 35:3
13 και τροχιας ορθας ποιειτε τοις ποσιν υμων ινα μη το χωλον εκτραπη ιαθη δε μαλλον 
14 ειρηνην διωκετε μετα παντων και τον αγιασμον ου χωρις ουδεις οψεται τον κυριον Rom 12:18, 2 Tim 2:22, Matt 5:8
15 επισκοπουντες μη τις υστερων απο της χαριτος του θεου μη τις ριζα πικριας ανω φυουσα ενοχλη και δι αυτης μιανθωσιν πολλοι 2 Cor 6:1, Deut 29:18, Acts 17:13, Gal 5:12
16 μη τις πορνος η βεβηλος ως ησαυ ος αντι βρωσεως μιας απεδετο τα πρωτοτοκια εαυτου Eph 5:3, Col 3:5, 1 Thess 4:3, Gen 25:33
17 ιστε γαρ οτι και μετεπειτα θελων κληρονομησαι την ευλογιαν απεδοκιμασθη μετανοιας γαρ τοπον ουχ ευρεν καιπερ μετα δακρυων εκζητησας αυτην Gen 27:36
18 ου γαρ προσεληλυθατε ψηλαφωμενω και κεκαυμενω πυρι και γνοφω και ζοφω και θυελλη Ex 19:10, Ex 20:21, Ex 19:16, Deut 5:22
19 και σαλπιγγος ηχω και φωνη ρηματων ης οι ακουσαντες παρητησαντο μη προστεθηναι αυτοις λογον Ex 20:19, Deut 5:25, Deut 18:16
20 ουκ εφερον γαρ το διαστελλομενον καν θηριον θιγη του ορους λιθοβοληθησεται Ex 19:13
21 και ουτω φοβερον ην το φανταζομενον μωυσης ειπεν εκφοβος ειμι και εντρομος 
22 αλλα προσεληλυθατε σιων ορει και πολει θεου ζωντος ιερουσαλημ επουρανιω και μυριασιν αγγελων πανηγυρει Gal 4:26, Rev 3:12, Rev 21:10
23 και εκκλησια πρωτοτοκων απογεγραμμενων εν ουρανοις και κριτη θεω παντων και πνευμασι δικαιων τετελειωμενων Luke 10:20
24 και διαθηκης νεας μεσιτη ιησου και αιματι ραντισμου κρειττον λαλουντι παρα τον αβελ Heb 10:22, 1 Pet 1:2, Gen 4:10, Heb 11:4
25 βλεπετε μη παραιτησησθε τον λαλουντα ει γαρ εκεινοι ουκ εξεφυγον επι γης παραιτησαμενοι τον χρηματιζοντα πολυ μαλλον ημεις οι τον απ ουρανων αποστρεφομενοι Heb 2:3
26 ου η φωνη την γην εσαλευσεν τοτε νυν δε επηγγελται λεγων ετι απαξ εγω σεισω ου μονον την γην αλλα και τον ουρανον Hag 2:6
27 το δε ετι απαξ δηλοι [την] των σαλευομενων μεταθεσιν ως πεποιημενων ινα μεινη τα μη σαλευομενα 
28 διο βασιλειαν ασαλευτον παραλαμβανοντες εχωμεν χαριν δι ης λατρευωμεν ευαρεστως τω θεω μετα ευλαβειας και δεους 1 Pet 2:5
29 και γαρ ο θεος ημων πυρ καταναλισκον Deut 4:24


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle