Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 οθεν αδελφοι αγιοι κλησεως επουρανιου μετοχοι κατανοησατε τον αποστολον και αρχιερεα της ομολογιας ημων ιησουν Heb 4:14, Heb 6:20, Heb 8:1, Heb 9:11
2 πιστον οντα τω ποιησαντι αυτον ως και μωυσης εν [ολω] τω οικω αυτου Num 12:7
3 πλειονος γαρ ουτος δοξης παρα μωυσην ηξιωται καθ οσον πλειονα τιμην εχει του οικου ο κατασκευασας αυτον 
4 πας γαρ οικος κατασκευαζεται υπο τινος ο δε παντα κατασκευασας θεος 2 Cor 5:17, Eph 2:10
5 και μωυσης μεν πιστος εν ολω τω οικω αυτου ως θεραπων εις μαρτυριον των λαληθησομενων Deut 18:15, Deut 18:18
6 χριστος δε ως υιος επι τον οικον αυτου ου οικος εσμεν ημεις εαν[περ] την παρρησιαν και το καυχημα της ελπιδος κατασχωμεν 1 Cor 3:16, 1 Cor 6:19, 2 Cor 6:16, 1 Pet 2:5, Rom 5:2
7 διο καθως λεγει το πνευμα το αγιον σημερον εαν της φωνης αυτου ακουσητε Psa 95:7, Heb 4:7
8 μη σκληρυνητε τας καρδιας υμων ως εν τω παραπικρασμω κατα την ημεραν του πειρασμου εν τη ερημω Ex 17:2
9 ου επειρασαν οι πατερες υμων εν δοκιμασια και ειδον τα εργα μου 
10 τεσσερακοντα ετη διο προσωχθισα τη γενεα ταυτη και ειπον αει πλανωνται τη καρδια αυτοι δε ουκ εγνωσαν τας οδους μου 
11 ως ωμοσα εν τη οργη μου ει εισελευσονται εις την καταπαυσιν μου Num 14:21, Deut 1:34
12 βλεπετε αδελφοι μηποτε εσται εν τινι υμων καρδια πονηρα απιστιας εν τω αποστηναι απο θεου ζωντος 
13 αλλα παρακαλειτε εαυτους καθ εκαστην ημεραν αχρις ου το σημερον καλειται ινα μη σκληρυνθη τις εξ υμων απατη της αμαρτιας 
14 μετοχοι γαρ του χριστου γεγοναμεν εανπερ την αρχην της υποστασεως μεχρι τελους βεβαιαν κατασχωμεν 
15 εν τω λεγεσθαι σημερον εαν της φωνης αυτου ακουσητε μη σκληρυνητε τας καρδιας υμων ως εν τω παραπικρασμω Heb 3:7
16 τινες γαρ ακουσαντες παρεπικραναν αλλ ου παντες οι εξελθοντες εξ αιγυπτου δια μωυσεως 
17 τισιν δε προσωχθισεν τεσσερακοντα ετη ουχι τοις αμαρτησασιν ων τα κωλα επεσεν εν τη ερημω Num 14:36, Psa 106:26, 1 Cor 10:10, Jude 1:5
18 τισιν δε ωμοσεν μη εισελευσεσθαι εις την καταπαυσιν αυτου ει μη τοις απειθησασιν Deut 1:34
19 και βλεπομεν οτι ουκ ηδυνηθησαν εισελθειν δι απιστιαν 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle