Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 πας γαρ αρχιερευς εξ ανθρωπων λαμβανομενος υπερ ανθρωπων καθισταται τα προς τον θεον ινα προσφερη δωρα τε και θυσιας υπερ αμαρτιων 
2 μετριοπαθειν δυναμενος τοις αγνοουσιν και πλανωμενοις επει και αυτος περικειται ασθενειαν 
3 και δι αυτην οφειλει καθως περι του λαου ουτως και περι αυτου προσφερειν περι αμαρτιων Lev 9:7, Lev 16:6, Heb 7:26
4 και ουχ εαυτω τις λαμβανει την τιμην αλλα καλουμενος υπο του θεου καθωσπερ και ααρων 2 Chr 26:16, Ex 28:1, 1 Chr 23:13
5 ουτως και ο χριστος ουχ εαυτον εδοξασεν γενηθηναι αρχιερεα αλλ ο λαλησας προς αυτον υιος μου ει συ εγω σημερον γεγεννηκα σε Psa 2:7, Acts 13:33, Heb 1:5
6 καθως και εν ετερω λεγει συ ιερευς εις τον αιωνα κατα την ταξιν μελχισεδεκ Psa 110:4, Heb 7:17
7 ος εν ταις ημεραις της σαρκος αυτου δεησεις τε και ικετηριας προς τον δυναμενον σωζειν αυτον εκ θανατου μετα κραυγης ισχυρας και δακρυων προσενεγκας και εισακουσθεις απο της ευλαβειας Matt 26:39, Matt 27:46, Matt 27:50, John 17:1
8 καιπερ ων υιος εμαθεν αφ ων επαθεν την υπακοην Phil 2:6
9 και τελειωθεις εγενετο πασιν τοις υπακουουσιν αυτω αιτιος σωτηριας αιωνιου 
10 προσαγορευθεις υπο του θεου αρχιερευς κατα την ταξιν μελχισεδεκ 
11 περι ου πολυς ημιν ο λογος και δυσερμηνευτος λεγειν επει νωθροι γεγονατε ταις ακοαις 
12 και γαρ οφειλοντες ειναι διδασκαλοι δια τον χρονον παλιν χρειαν εχετε του διδασκειν υμας τινα τα στοιχεια της αρχης των λογιων του θεου και γεγονατε χρειαν εχοντες γαλακτος [και] ου στερεας τροφης 1 Cor 3:1
13 πας γαρ ο μετεχων γαλακτος απειρος λογου δικαιοσυνης νηπιος γαρ εστιν 
14 τελειων δε εστιν η στερεα τροφη των δια την εξιν τα αισθητηρια γεγυμνασμενα εχοντων προς διακρισιν καλου τε και κακου 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle