Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 διο αφεντες τον της αρχης του χριστου λογον επι την τελειοτητα φερωμεθα μη παλιν θεμελιον καταβαλλομενοι μετανοιας απο νεκρων εργων και πιστεως επι θεον 
2 βαπτισμων διδαχης επιθεσεως τε χειρων αναστασεως τε νεκρων και κριματος αιωνιου 
3 και τουτο ποιησομεν εανπερ επιτρεπη ο θεος Acts 18:21, 1 Cor 4:19, Ja 4:15
4 αδυνατον γαρ τους απαξ φωτισθεντας γευσαμενους τε της δωρεας της επουρανιου και μετοχους γενηθεντας πνευματος αγιου Matt 12:31, Heb 10:26, 1 John 5:16
5 και καλον γευσαμενους θεου ρημα δυναμεις τε μελλοντος αιωνος 
6 και παραπεσοντας παλιν ανακαινιζειν εις μετανοιαν ανασταυρουντας εαυτοις τον υιον του θεου και παραδειγματιζοντας 
7 γη γαρ η πιουσα τον επ αυτης ερχομενον πολλακις υετον και τικτουσα βοτανην ευθετον εκεινοις δι ους και γεωργειται μεταλαμβανει ευλογιας απο του θεου 
8 εκφερουσα δε ακανθας και τριβολους αδοκιμος και καταρας εγγυς ης το τελος εις καυσιν 
9 πεπεισμεθα δε περι υμων αγαπητοι τα κρεισσονα και εχομενα σωτηριας ει και ουτως λαλουμεν 
10 ου γαρ αδικος ο θεος επιλαθεσθαι του εργου υμων και της αγαπης ης ενεδειξασθε εις το ονομα αυτου διακονησαντες τοις αγιοις και διακονουντες Prov 14:31, Matt 10:42, Matt 25:40, Mark 9:41, John 13:20
11 επιθυμουμεν δε εκαστον υμων την αυτην ενδεικνυσθαι σπουδην προς την πληροφοριαν της ελπιδος αχρι τελους 
12 ινα μη νωθροι γενησθε μιμηται δε των δια πιστεως και μακροθυμιας κληρονομουντων τας επαγγελιας 
13 τω γαρ αβρααμ επαγγειλαμενος ο θεος επει κατ ουδενος ειχεν μειζονος ομοσαι ωμοσεν καθ εαυτου 
14 λεγων ει μην ευλογων ευλογησω σε και πληθυνων πληθυνω σε Gen 12:3, Gen 17:4, Gen 22:16, Psa 105:9, Luke 1:73
15 και ουτως μακροθυμησας επετυχεν της επαγγελιας 
16 ανθρωποι γαρ κατα του μειζονος ομνυουσιν και πασης αυτοις αντιλογιας περας εις βεβαιωσιν ο ορκος Ex 22:11
17 εν ω περισσοτερον βουλομενος ο θεος επιδειξαι τοις κληρονομοις της επαγγελιας το αμεταθετον της βουλης αυτου εμεσιτευσεν ορκω 
18 ινα δια δυο πραγματων αμεταθετων εν οις αδυνατον ψευσασθαι [τον] θεον ισχυραν παρακλησιν εχωμεν οι καταφυγοντες κρατησαι της προκειμενης ελπιδος 
19 ην ως αγκυραν εχομεν της ψυχης ασφαλη τε και βεβαιαν και εισερχομενην εις το εσωτερον του καταπετασματος 
20 οπου προδρομος υπερ ημων εισηλθεν ιησους κατα την ταξιν μελχισεδεκ αρχιερευς γενομενος εις τον αιωνα Heb 3:1, Heb 4:14, Heb 8:1, Heb 9:11


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle