Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ουτος γαρ ο μελχισεδεκ βασιλευς σαλημ ιερευς του θεου του υψιστου ο συναντησας αβρααμ υποστρεφοντι απο της κοπης των βασιλεων και ευλογησας αυτον Gen 14:18
2 ω και δεκατην απο παντων εμερισεν αβρααμ πρωτον μεν ερμηνευομενος βασιλευς δικαιοσυνης επειτα δε και βασιλευς σαλημ ο εστιν βασιλευς ειρηνης 
3 απατωρ αμητωρ αγενεαλογητος μητε αρχην ημερων μητε ζωης τελος εχων αφωμοιωμενος δε τω υιω του θεου μενει ιερευς εις το διηνεκες 
4 θεωρειτε δε πηλικος ουτος ω [και] δεκατην αβρααμ εδωκεν εκ των ακροθινιων ο πατριαρχης 
5 και οι μεν εκ των υιων λευι την ιερατειαν λαμβανοντες εντολην εχουσιν αποδεκατουν τον λαον κατα τον νομον τουτ εστιν τους αδελφους αυτων καιπερ εξεληλυθοτας εκ της οσφυος αβρααμ Num 18:21, Deut 18:1, Josh 14:4, 2 Chr 31:5
6 ο δε μη γενεαλογουμενος εξ αυτων δεδεκατωκεν αβρααμ και τον εχοντα τας επαγγελιας ευλογηκεν Gen 14:20
7 χωρις δε πασης αντιλογιας το ελαττον υπο του κρειττονος ευλογειται 
8 και ωδε μεν δεκατας αποθνησκοντες ανθρωποι λαμβανουσιν εκει δε μαρτυρουμενος οτι ζη 
9 και ως επος ειπειν δι αβρααμ και λευι ο δεκατας λαμβανων δεδεκατωται 
10 ετι γαρ εν τη οσφυι του πατρος ην οτε συνηντησεν αυτω μελχισεδεκ 
11 ει μεν ουν τελειωσις δια της λευιτικης ιερωσυνης ην ο λαος γαρ επ αυτης νενομοθετηται τις ετι χρεια κατα την ταξιν μελχισεδεκ ετερον ανιστασθαι ιερεα και ου κατα την ταξιν ααρων λεγεσθαι Gal 2:21
12 μετατιθεμενης γαρ της ιερωσυνης εξ αναγκης και νομου μεταθεσις γινεται 
13 εφ ον γαρ λεγεται ταυτα φυλης ετερας μετεσχηκεν αφ ης ουδεις προσεσχηκεν τω θυσιαστηριω 
14 προδηλον γαρ οτι εξ ιουδα ανατεταλκεν ο κυριος ημων εις ην φυλην περι ιερεων ουδεν μωυσης ελαλησεν Isa 11:1, Matt 1:3
15 και περισσοτερον ετι καταδηλον εστιν ει κατα την ομοιοτητα μελχισεδεκ ανισταται ιερευς ετερος 
16 ος ου κατα νομον εντολης σαρκινης γεγονεν αλλα κατα δυναμιν ζωης ακαταλυτου 
17 μαρτυρειται γαρ οτι συ ιερευς εις τον αιωνα κατα την ταξιν μελχισεδεκ Psa 110:4, Heb 5:6
18 αθετησις μεν γαρ γινεται προαγουσης εντολης δια το αυτης ασθενες και ανωφελες 
19 ουδεν γαρ ετελειωσεν ο νομος επεισαγωγη δε κρειττονος ελπιδος δι ης εγγιζομεν τω θεω Acts 13:39, Rom 3:28, Rom 8:3, Gal 2:16, John 1:17, Rom 3:21
20 και καθ οσον ου χωρις ορκωμοσιας οι μεν γαρ χωρις ορκωμοσιας εισιν ιερεις γεγονοτες 
21 ο δε μετα ορκωμοσιας δια του λεγοντος προς αυτον ωμοσεν κυριος και ου μεταμεληθησεται συ ιερευς εις τον αιωνα Psa 110:4
22 κατα τοσουτο [και] κρειττονος διαθηκης γεγονεν εγγυος ιησους 
23 και οι μεν πλειονες εισιν γεγονοτες ιερεις δια το θανατω κωλυεσθαι παραμενειν 
24 ο δε δια το μενειν αυτον εις τον αιωνα απαραβατον εχει την ιερωσυνην 
25 οθεν και σωζειν εις το παντελες δυναται τους προσερχομενους δι αυτου τω θεω παντοτε ζων εις το εντυγχανειν υπερ αυτων 1 Tim 2:5, 1 John 2:1
26 τοιουτος γαρ ημιν και επρεπεν αρχιερευς οσιος ακακος αμιαντος κεχωρισμενος απο των αμαρτωλων και υψηλοτερος των ουρανων γενομενος 
27 ος ουκ εχει καθ ημεραν αναγκην ωσπερ οι αρχιερεις προτερον υπερ των ιδιων αμαρτιων θυσιας αναφερειν επειτα των του λαου τουτο γαρ εποιησεν εφαπαξ εαυτον ανενεγκας Lev 9:7, Lev 16:6, Heb 5:3
28 ο νομος γαρ ανθρωπους καθιστησιν αρχιερεις εχοντας ασθενειαν ο λογος δε της ορκωμοσιας της μετα τον νομον υιον εις τον αιωνα τετελειωμενον 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle