Language
 Γλώσσα  
 Greek New Testament
 with Variants more 
 Book   Chapter   Font
 size 

1 ουτος γαρ ο μελχισεδεκ βασιλευς σαλημ ιερευς του θεου του υψιστου ο συναντησας αβρααμ υποστρεφοντι απο της κοπης των βασιλεων και ευλογησας αυτον Gen 14:18
2 ω και δεκατην απο παντων εμερισεν αβρααμ πρωτον μεν ερμηνευομενος βασιλευς δικαιοσυνης επειτα δε και βασιλευς σαλημ ο εστιν βασιλευς ειρηνης 
3 απατωρ αμητωρ αγενεαλογητος μητε αρχην ημερων μητε ζωης τελος εχων αφωμοιωμενος δε τω υιω του θεου μενει ιερευς εις το διηνεκες 
4 θεωρειτε δε πηλικος ουτος ω [και]α καιτσβ δεκατην αβρααμ εδωκεν εκ των ακροθινιων ο πατριαρχης 
5 και οι μεν εκ των υιων λευι την ιερατειαν λαμβανοντες εντολην εχουσιν αποδεκατουν τον λαον κατα τον νομον τουταβ εστιναβ τουτεστιντσ τους αδελφους αυτων καιπερ εξεληλυθοτας εκ της οσφυος αβρααμ Num 18:21, Deut 18:1, Josh 14:4, 2 Chr 31:5
6 ο δε μη γενεαλογουμενος εξ αυτων δεδεκατωκεν τοντσβ αβρααμ και τον εχοντα τας επαγγελιας ευλογηκεν Gen 14:20
7 χωρις δε πασης αντιλογιας το ελαττον υπο του κρειττονος ευλογειται 
8 και ωδε μεν δεκατας αποθνησκοντες ανθρωποι λαμβανουσιν εκει δε μαρτυρουμενος οτι ζη 
9 και ως επος ειπειν δια διατσβ αβρααμ και λευι ο δεκατας λαμβανων δεδεκατωται 
10 ετι γαρ εν τη οσφυι του πατρος ην οτε συνηντησεν αυτω οτσβ μελχισεδεκ 
11 ει μεν ουν τελειωσις δια της λευιτικης ιερωσυνης ην ο λαος γαρ επ αυτηςα αυτητσβ νενομοθετηταια νενομοθετητοτσβ τις ετι χρεια κατα την ταξιν μελχισεδεκ ετερον ανιστασθαι ιερεα και ου κατα την ταξιν ααρων λεγεσθαι Gal 2:21
12 μετατιθεμενης γαρ της ιερωσυνης εξ αναγκης και νομου μεταθεσις γινεται 
13 εφ ον γαρ λεγεται ταυτα φυλης ετερας μετεσχηκεν αφ ης ουδεις προσεσχηκεν τω θυσιαστηριω 
14 προδηλον γαρ οτι εξ ιουδα ανατεταλκεν ο κυριος ημων εις ην φυλην ουδεντσβ περι ιερεωνα ιερωσυνηςτσβ ουδενα μωυσηςαβ μωσηςτσ ελαλησεν Isa 11:1, Matt 1:3
15 και περισσοτερον ετι καταδηλον εστιν ει κατα την ομοιοτητα μελχισεδεκ ανισταται ιερευς ετερος 
16 ος ου κατα νομον εντολης σαρκινηςα σαρκικηςτσβ γεγονεν αλλα κατα δυναμιν ζωης ακαταλυτου 
17 μαρτυρειταια μαρτυρειτσβ γαρ οτι συ ιερευς εις τον αιωνα κατα την ταξιν μελχισεδεκ Psa 110:4, Heb 5:6
18 αθετησις μεν γαρ γινεται προαγουσης εντολης δια το αυτης ασθενες και ανωφελες 
19 ουδεν γαρ ετελειωσεν ο νομος επεισαγωγη δε κρειττονος ελπιδος δι ης εγγιζομεν τω θεω Acts 13:39, Rom 3:28, Rom 8:3, Gal 2:16, John 1:17, Rom 3:21
20 και καθ οσον ου χωρις ορκωμοσιας οι μεν γαρ χωρις ορκωμοσιας εισιν ιερεις γεγονοτες 
21 ο δε μετα ορκωμοσιας δια του λεγοντος προς αυτον ωμοσεν κυριος και ου μεταμεληθησεται συ ιερευς εις τον αιωνα κατατσβ τηντσβ ταξιντσβ μελχισεδεκτσβ Psa 110:4
22 κατα τοσουτοα [και]α τοσουτοντσβ κρειττονος διαθηκης γεγονεν εγγυος ιησους 
23 και οι μεν πλειονες εισιν γεγονοτες ιερεις δια το θανατω κωλυεσθαι παραμενειν 
24 ο δε δια το μενειν αυτον εις τον αιωνα απαραβατον εχει την ιερωσυνην 
25 οθεν και σωζειν εις το παντελες δυναται τους προσερχομενους δι αυτου τω θεω παντοτε ζων εις το εντυγχανειν υπερ αυτων 1 Tim 2:5, 1 John 2:1
26 τοιουτος γαρ ημιν καια επρεπεν αρχιερευς οσιος ακακος αμιαντος κεχωρισμενος απο των αμαρτωλων και υψηλοτερος των ουρανων γενομενος 
27 ος ουκ εχει καθ ημεραν αναγκην ωσπερ οι αρχιερεις προτερον υπερ των ιδιων αμαρτιων θυσιας αναφερειν επειτα των του λαου τουτο γαρ εποιησεν εφαπαξ εαυτον ανενεγκας Lev 9:7, Lev 16:6, Heb 5:3
28 ο νομος γαρ ανθρωπους καθιστησιν αρχιερεις εχοντας ασθενειαν ο λογος δε της ορκωμοσιας της μετα τον νομον υιον εις τον αιωνα τετελειωμενον 


Text in MS Word document format Other texts: Vamvas Νestle Polytonic Nestle