Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ιακωβος θεου και κυριου ιησου χριστου δουλος ταις δωδεκα φυλαις ταις εν τη διασπορα χαιρειν Acts 8:1, 1 Pet 1:1
2 πασαν χαραν ηγησασθε αδελφοι μου οταν πειρασμοις περιπεσητε ποικιλοις Matt 5:11, Rom 5:3, 1 Pet 1:6
3 γινωσκοντες οτι το δοκιμιον υμων της πιστεως κατεργαζεται υπομονην Rom 5:3, 1 Pet 1:7
4 η δε υπομονη εργον τελειον εχετω ινα ητε τελειοι και ολοκληροι εν μηδενι λειπομενοι 
5 ει δε τις υμων λειπεται σοφιας αιτειτω παρα του διδοντος θεου πασιν απλως και μη ονειδιζοντος και δοθησεται αυτω Prov 2:3, Jer 29:12, Matt 7:7, Matt 21:22, Mark 11:24, John 16:24, 1 John 3:22, 1 John 5:14
6 αιτειτω δε εν πιστει μηδεν διακρινομενος ο γαρ διακρινομενος εοικεν κλυδωνι θαλασσης ανεμιζομενω και ριπιζομενω 
7 μη γαρ οιεσθω ο ανθρωπος εκεινος οτι λημψεται τι παρα του κυριου 
8 ανηρ διψυχος ακαταστατος εν πασαις ταις οδοις αυτου 
9 καυχασθω δε ο αδελφος ο ταπεινος εν τω υψει αυτου 
10 ο δε πλουσιος εν τη ταπεινωσει αυτου οτι ως ανθος χορτου παρελευσεται 
11 ανετειλεν γαρ ο ηλιος συν τω καυσωνι και εξηρανεν τον χορτον και το ανθος αυτου εξεπεσεν και η ευπρεπεια του προσωπου αυτου απωλετο ουτως και ο πλουσιος εν ταις πορειαις αυτου μαρανθησεται Isa 40:6, 1 Cor 7:31, Ja 4:14, 1 Pet 1:24, 1 John 2:17
12 μακαριος ανηρ ος υπομενει πειρασμον οτι δοκιμος γενομενος λημψεται τον στεφανον της ζωης ον επηγγειλατο τοις αγαπωσιν αυτον Job 5:17, 2 Tim 4:8, 1 Pet 5:4, Rev 2:10, Matt 10:22, Matt 19:28
13 μηδεις πειραζομενος λεγετω οτι απο θεου πειραζομαι ο γαρ θεος απειραστος εστιν κακων πειραζει δε αυτος ουδενα 
14 εκαστος δε πειραζεται υπο της ιδιας επιθυμιας εξελκομενος και δελεαζομενος 
15 ειτα η επιθυμια συλλαβουσα τικτει αμαρτιαν η δε αμαρτια αποτελεσθεισα αποκυει θανατον 
16 μη πλανασθε αδελφοι μου αγαπητοι 
17 πασα δοσις αγαθη και παν δωρημα τελειον ανωθεν εστιν καταβαινον απο του πατρος των φωτων παρ ω ουκ ενι παραλλαγη η τροπης αποσκιασμα Prov 2:6, 1 Cor 4:7, Isa 14:27, Isa 46:10, Mal 3:6, Rom 11:29
18 βουληθεις απεκυησεν ημας λογω αληθειας εις το ειναι ημας απαρχην τινα των αυτου κτισματων 1 Cor 4:15, Gal 4:19, 1 Pet 1:23
19 ιστε αδελφοι μου αγαπητοι εστω δε πας ανθρωπος ταχυς εις το ακουσαι βραδυς εις το λαλησαι βραδυς εις οργην Prov 17:27, Eccl 5:2
20 οργη γαρ ανδρος δικαιοσυνην θεου ουκ εργαζεται 
21 διο αποθεμενοι πασαν ρυπαριαν και περισσειαν κακιας εν πραυτητι δεξασθε τον εμφυτον λογον τον δυναμενον σωσαι τας ψυχας υμων Rom 13:12, Col 3:8
22 γινεσθε δε ποιηται λογου και μη μονον ακροαται παραλογιζομενοι εαυτους Matt 7:21, Luke 11:28, Rom 2:13, 1 John 3:7
23 οτι ει τις ακροατης λογου εστιν και ου ποιητης ουτος εοικεν ανδρι κατανοουντι το προσωπον της γενεσεως αυτου εν εσοπτρω Luke 6:47
24 κατενοησεν γαρ εαυτον και απεληλυθεν και ευθεως επελαθετο οποιος ην 
25 ο δε παρακυψας εις νομον τελειον τον της ελευθεριας και παραμεινας ουκ ακροατης επιλησμονης γενομενος αλλα ποιητης εργου ουτος μακαριος εν τη ποιησει αυτου εσται Matt 5:19
26 ει τις δοκει θρησκος ειναι μη χαλιναγωγων γλωσσαν αυτου αλλα απατων καρδιαν αυτου τουτου ματαιος η θρησκεια Psa 34:13, Ja 3:6, 1 Pet 3:10
27 θρησκεια καθαρα και αμιαντος παρα τω θεω και πατρι αυτη εστιν επισκεπτεσθαι ορφανους και χηρας εν τη θλιψει αυτων ασπιλον εαυτον τηρειν απο του κοσμου 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle