Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 πετρος αποστολος ιησου χριστου εκλεκτοις παρεπιδημοις διασπορας ποντου γαλατιας καππαδοκιας ασιας και βιθυνιας Ja 1:1
2 κατα προγνωσιν θεου πατρος εν αγιασμω πνευματος εις υπακοην και ραντισμον αιματος ιησου χριστου χαρις υμιν και ειρηνη πληθυνθειη Heb 12:24, Rom 1:7, 1 Cor 1:3, Gal 1:3, Eph 1:2, 2 Pet 1:2, Jude 1:2
3 ευλογητος ο θεος και πατηρ του κυριου ημων ιησου χριστου ο κατα το πολυ αυτου ελεος αναγεννησας ημας εις ελπιδα ζωσαν δι αναστασεως ιησου χριστου εκ νεκρων 2 Cor 1:3, Eph 1:3, Rom 6:23, Ja 1:18, 1 Cor 15:20
4 εις κληρονομιαν αφθαρτον και αμιαντον και αμαραντον τετηρημενην εν ουρανοις εις υμας Col 1:5, 2 Tim 1:12
5 τους εν δυναμει θεου φρουρουμενους δια πιστεως εις σωτηριαν ετοιμην αποκαλυφθηναι εν καιρω εσχατω 
6 εν ω αγαλλιασθε ολιγον αρτι ει δεον [εστιν] λυπηθεντες εν ποικιλοις πειρασμοις Rom 5:3, Ja 1:2, Heb 10:37, 1 Pet 5:10
7 ινα το δοκιμιον υμων της πιστεως πολυτιμοτερον χρυσιου του απολλυμενου δια πυρος δε δοκιμαζομενου ευρεθη εις επαινον και δοξαν και τιμην εν αποκαλυψει ιησου χριστου Isa 48:10, 1 Cor 3:13, Ja 1:3, 1 Pet 4:12
8 ον ουκ ιδοντες αγαπατε εις ον αρτι μη ορωντες πιστευοντες δε αγαλλιασθε χαρα ανεκλαλητω και δεδοξασμενη John 20:29
9 κομιζομενοι το τελος της πιστεως [υμων] σωτηριαν ψυχων 
10 περι ης σωτηριας εξεζητησαν και εξηραυνησαν προφηται οι περι της εις υμας χαριτος προφητευσαντες Gen 49:10, Dan 2:44, Hag 2:7, Zech 6:12
11 εραυνωντες εις τινα η ποιον καιρον εδηλου το εν αυτοις πνευμα χριστου προμαρτυρομενον τα εις χριστον παθηματα και τας μετα ταυτα δοξας Dan 9:24, Psa 22:6, Isa 53:3
12 οις απεκαλυφθη οτι ουχ εαυτοις υμιν δε διηκονουν αυτα α νυν ανηγγελη υμιν δια των ευαγγελισαμενων υμας [εν] πνευματι αγιω αποσταλεντι απ ουρανου εις α επιθυμουσιν αγγελοι παρακυψαι Acts 2:4, Eph 3:10
13 διο αναζωσαμενοι τας οσφυας της διανοιας υμων νηφοντες τελειως ελπισατε επι την φερομενην υμιν χαριν εν αποκαλυψει ιησου χριστου Luke 12:35, Eph 6:14
14 ως τεκνα υπακοης μη συσχηματιζομενοι ταις προτερον εν τη αγνοια υμων επιθυμιαις 
15 αλλα κατα τον καλεσαντα υμας αγιον και αυτοι αγιοι εν παση αναστροφη γενηθητε Luke 1:75
16 διοτι γεγραπται [οτι] αγιοι εσεσθε οτι εγω αγιος [ειμι] Lev 11:44, Lev 19:2, Lev 20:7
17 και ει πατερα επικαλεισθε τον απροσωπολημπτως κρινοντα κατα το εκαστου εργον εν φοβω τον της παροικιας υμων χρονον αναστραφητε Deut 10:17, 2 Chr 19:7, Job 34:19, Acts 10:34, Rom 2:11, Gal 2:6, Eph 6:9, Col 3:25
18 ειδοτες οτι ου φθαρτοις αργυριω η χρυσιω ελυτρωθητε εκ της ματαιας υμων αναστροφης πατροπαραδοτου 1 Cor 6:20, 1 Cor 7:23
19 αλλα τιμιω αιματι ως αμνου αμωμου και ασπιλου χριστου Acts 20:28, Heb 9:12, Rev 1:5
20 προεγνωσμενου μεν προ καταβολης κοσμου φανερωθεντος δε επ εσχατου των χρονων δι υμας Rom 16:25, Eph 1:9, Eph 3:9, Col 1:26, 2 Tim 1:9, Tit 1:2
21 τους δι αυτου πιστους εις θεον τον εγειραντα αυτον εκ νεκρων και δοξαν αυτω δοντα ωστε την πιστιν υμων και ελπιδα ειναι εις θεον Acts 2:33, Phil 2:9
22 τας ψυχας υμων ηγνικοτες εν τη υπακοη της αληθειας εις φιλαδελφιαν ανυποκριτον εκ [καθαρας] καρδιας αλληλους αγαπησατε εκτενως Rom 12:10, Eph 4:3, Heb 13:1, 1 Pet 2:17
23 αναγεγεννημενοι ουκ εκ σπορας φθαρτης αλλα αφθαρτου δια λογου ζωντος θεου και μενοντος Ja 1:18, 1 John 3:9
24 διοτι πασα σαρξ ως χορτος και πασα δοξα αυτης ως ανθος χορτου εξηρανθη ο χορτος και το ανθος εξεπεσεν Isa 40:6, 1 Cor 7:31, Ja 1:10, Ja 4:14, 1 John 2:17
25 το δε ρημα κυριου μενει εις τον αιωνα τουτο δε εστιν το ρημα το ευαγγελισθεν εις υμας 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle