Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 αποθεμενοι ουν πασαν κακιαν και παντα δολον και υποκρισεις και φθονους και πασας καταλαλιας Matt 18:3, Rom 6:4, 1 Cor 14:20, Eph 4:23, Col 3:8, Heb 12:1
2 ως αρτιγεννητα βρεφη το λογικον αδολον γαλα επιποθησατε ινα εν αυτω αυξηθητε εις σωτηριαν 
3 ει εγευσασθε οτι χρηστος ο κυριος Psa 34:8
4 προς ον προσερχομενοι λιθον ζωντα υπο ανθρωπων μεν αποδεδοκιμασμενον παρα δε θεω εκλεκτον εντιμον Eph 2:20
5 και αυτοι ως λιθοι ζωντες οικοδομεισθε οικος πνευματικος εις ιερατευμα αγιον ανενεγκαι πνευματικας θυσιας ευπροσδεκτους [τω] θεω δια ιησου χριστου Heb 3:6, Rev 1:6, Rev 5:10, Rom 12:1, Heb 12:28
6 διοτι περιεχει εν γραφη ιδου τιθημι εν σιων λιθον ακρογωνιαιον εκλεκτον εντιμον και ο πιστευων επ αυτω ου μη καταισχυνθη Isa 28:16
7 υμιν ουν η τιμη τοις πιστευουσιν απιστουσιν δε λιθος ον απεδοκιμασαν οι οικοδομουντες ουτος εγενηθη εις κεφαλην γωνιας Psa 118:22, Matt 21:42, Acts 4:11
8 και λιθος προσκομματος και πετρα σκανδαλου οι προσκοπτουσιν τω λογω απειθουντες εις ο και ετεθησαν Isa 8:14, Rom 9:33
9 υμεις δε γενος εκλεκτον βασιλειον ιερατευμα εθνος αγιον λαος εις περιποιησιν οπως τας αρετας εξαγγειλητε του εκ σκοτους υμας καλεσαντος εις το θαυμαστον αυτου φως Ex 19:5, Deut 7:6, Deut 14:2, Deut 26:18, Eph 1:14, Rev 1:6, Rev 5:10
10 οι ποτε ου λαος νυν δε λαος θεου οι ουκ ηλεημενοι νυν δε ελεηθεντες Hos 1:10, Hos 2:23, Rom 9:26
11 αγαπητοι παρακαλω ως παροικους και παρεπιδημους απεχεσθαι των σαρκικων επιθυμιων αιτινες στρατευονται κατα της ψυχης Rom 13:14, Gal 5:16
12 την αναστροφην υμων εν τοις εθνεσιν εχοντες καλην ινα εν ω καταλαλουσιν υμων ως κακοποιων εκ των καλων εργων εποπτευοντες δοξασωσιν τον θεον εν ημερα επισκοπης Rom 12:17, 2 Cor 8:21, Phil 2:15, Tit 2:8, 1 Pet 3:16, Matt 5:16, Luke 1:68, Luke 19:44
13 υποταγητε παση ανθρωπινη κτισει δια τον κυριον ειτε βασιλει ως υπερεχοντι Rom 13:1, Tit 3:1
14 ειτε ηγεμοσιν ως δι αυτου πεμπομενοις εις εκδικησιν κακοποιων επαινον δε αγαθοποιων 
15 οτι ουτως εστιν το θελημα του θεου αγαθοποιουντας φιμουν την των αφρονων ανθρωπων αγνωσιαν Tit 2:8
16 ως ελευθεροι και μη ως επικαλυμμα εχοντες της κακιας την ελευθεριαν αλλ ως θεου δουλοι John 8:32, Rom 6:18, Gal 5:1
17 παντας τιμησατε την αδελφοτητα αγαπατε τον θεον φοβεισθε τον βασιλεα τιματε Rom 12:10, 1 Pet 5:5, Rom 12:10, Eph 4:3, Heb 13:1, 1 Pet 1:22, Matt 22:21
18 οι οικεται υποτασσομενοι εν παντι φοβω τοις δεσποταις ου μονον τοις αγαθοις και επιεικεσιν αλλα και τοις σκολιοις Eph 6:5, Col 3:22, 1 Tim 6:1, Tit 2:9
19 τουτο γαρ χαρις ει δια συνειδησιν θεου υποφερει τις λυπας πασχων αδικως Matt 5:10
20 ποιον γαρ κλεος ει αμαρτανοντες και κολαφιζομενοι υπομενειτε αλλ ει αγαθοποιουντες και πασχοντες υπομενειτε τουτο χαρις παρα θεω 1 Pet 3:14, 1 Pet 4:14
21 εις τουτο γαρ εκληθητε οτι και χριστος επαθεν υπερ υμων υμιν υπολιμπανων υπογραμμον ινα επακολουθησητε τοις ιχνεσιν αυτου John 13:15, Phil 2:5, 1 John 2:6
22 ος αμαρτιαν ουκ εποιησεν ουδε ευρεθη δολος εν τω στοματι αυτου Isa 53:9, 2 Cor 5:21, 1 John 3:5
23 ος λοιδορουμενος ουκ αντελοιδορει πασχων ουκ ηπειλει παρεδιδου δε τω κρινοντι δικαιως Matt 27:39, John 8:48
24 ος τας αμαρτιας ημων αυτος ανηνεγκεν εν τω σωματι αυτου επι το ξυλον ινα ταις αμαρτιαις απογενομενοι τη δικαιοσυνη ζησωμεν ου τω μωλωπι ιαθητε Isa 53:4, Matt 8:17, Rom 6:11
25 ητε γαρ ως προβατα πλανωμενοι αλλα επεστραφητε νυν επι τον ποιμενα και επισκοπον των ψυχων υμων Isa 53:6, Ezek 34:6, Luke 15:4


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle