Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ομοιως [αι] γυναικες υποτασσομεναι τοις ιδιοις ανδρασιν ινα και ει τινες απειθουσιν τω λογω δια της των γυναικων αναστροφης ανευ λογου κερδηθησονται Gen 3:16, 1 Cor 14:34, Eph 5:22, Col 3:18, Tit 2:5
2 εποπτευσαντες την εν φοβω αγνην αναστροφην υμων 
3 ων εστω ουχ ο εξωθεν εμπλοκης τριχων και περιθεσεως χρυσιων η ενδυσεως ιματιων κοσμος 1 Tim 2:9, Tit 2:3
4 αλλ ο κρυπτος της καρδιας ανθρωπος εν τω αφθαρτω του πραεως και ησυχιου πνευματος ο εστιν ενωπιον του θεου πολυτελες 
5 ουτως γαρ ποτε και αι αγιαι γυναικες αι ελπιζουσαι εις θεον εκοσμουν εαυτας υποτασσομεναι τοις ιδιοις ανδρασιν 
6 ως σαρρα υπηκουσεν τω αβρααμ κυριον αυτον καλουσα ης εγενηθητε τεκνα αγαθοποιουσαι και μη φοβουμεναι μηδεμιαν πτοησιν Gen 18:12
7 οι ανδρες ομοιως συνοικουντες κατα γνωσιν ως ασθενεστερω σκευει τω γυναικειω απονεμοντες τιμην ως και συγκληρονομοις χαριτος ζωης εις το μη εγκοπτεσθαι τας προσευχας υμων Eph 5:25, Col 3:19
8 το δε τελος παντες ομοφρονες συμπαθεις φιλαδελφοι ευσπλαγχνοι ταπεινοφρονες Rom 12:16, Rom 15:5, 1 Cor 1:10, Phil 2:2, Phil 3:16
9 μη αποδιδοντες κακον αντι κακου η λοιδοριαν αντι λοιδοριας τουναντιον δε ευλογουντες οτι εις τουτο εκληθητε ινα ευλογιαν κληρονομησητε Lev 19:18, Prov 20:22, Prov 24:29, Matt 5:39, Rom 12:17, 1 Cor 6:7, 1 Thess 5:15, Matt 25:34, 1 Tim 4:8
10 ο γαρ θελων ζωην αγαπαν και ιδειν ημερας αγαθας παυσατω την γλωσσαν απο κακου και χειλη του μη λαλησαι δολον Psa 34:12, Ja 1:26
11 εκκλινατω δε απο κακου και ποιησατω αγαθον ζητησατω ειρηνην και διωξατω αυτην Psa 37:27, Isa 1:16, 3 John 1:11
12 οτι οφθαλμοι κυριου επι δικαιους και ωτα αυτου εις δεησιν αυτων προσωπον δε κυριου επι ποιουντας κακα 
13 και τις ο κακωσων υμας εαν του αγαθου ζηλωται γενησθε 
14 αλλ ει και πασχοιτε δια δικαιοσυνην μακαριοι τον δε φοβον αυτων μη φοβηθητε μηδε ταραχθητε Matt 5:10, 1 Pet 2:20, 1 Pet 4:14, Isa 8:12, Jer 1:8
15 κυριον δε τον χριστον αγιασατε εν ταις καρδιαις υμων ετοιμοι αει προς απολογιαν παντι τω αιτουντι υμας λογον περι της εν υμιν ελπιδος Job 1:21, Psa 119:46, Acts 4:8
16 αλλα μετα πραυτητος και φοβου συνειδησιν εχοντες αγαθην ινα εν ω καταλαλεισθε καταισχυνθωσιν οι επηρεαζοντες υμων την αγαθην εν χριστω αναστροφην Tit 2:8, 1 Pet 2:12, 1 Pet 2:15
17 κρειττον γαρ αγαθοποιουντας ει θελοι το θελημα του θεου πασχειν η κακοποιουντας 
18 οτι και χριστος απαξ περι αμαρτιων επαθεν δικαιος υπερ αδικων ινα υμας προσαγαγη τω θεω θανατωθεις μεν σαρκι ζωοποιηθεις δε πνευματι Rom 5:6, Heb 9:15, Heb 9:28
19 εν ω και τοις εν φυλακη πνευμασιν πορευθεις εκηρυξεν 1 Pet 4:6
20 απειθησασιν ποτε οτε απεξεδεχετο η του θεου μακροθυμια εν ημεραις νωε κατασκευαζομενης κιβωτου εις ην ολιγοι τουτ εστιν οκτω ψυχαι διεσωθησαν δι υδατος Gen 6:5, Gen 6:3, Gen 6:14, Matt 24:37, Luke 17:26, Rom 2:4, Gen 8:18, 2 Pet 2:5
21 ο και υμας αντιτυπον νυν σωζει βαπτισμα ου σαρκος αποθεσις ρυπου αλλα συνειδησεως αγαθης επερωτημα εις θεον δι αναστασεως ιησου χριστου Eph 5:26
22 ος εστιν εν δεξια [του] θεου πορευθεις εις ουρανον υποταγεντων αυτω αγγελων και εξουσιων και δυναμεων Eph 1:20


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle