Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 χριστου ουν παθοντος σαρκι και υμεις την αυτην εννοιαν οπλισασθε οτι ο παθων σαρκι πεπαυται αμαρτιας Heb 12:1, Rom 6:7
2 εις το μηκετι ανθρωπων επιθυμιαις αλλα θεληματι θεου τον επιλοιπον εν σαρκι βιωσαι χρονον Rom 14:7, 2 Cor 5:15, Gal 2:20, Eph 4:24, 1 Thess 5:10, Heb 9:14
3 αρκετος γαρ ο παρεληλυθως χρονος το βουλημα των εθνων κατειργασθαι πεπορευμενους εν ασελγειαις επιθυμιαις οινοφλυγιαις κωμοις ποτοις και αθεμιτοις ειδωλολατριαις Eph 4:17
4 εν ω ξενιζονται μη συντρεχοντων υμων εις την αυτην της ασωτιας αναχυσιν βλασφημουντες 
5 οι αποδωσουσιν λογον τω ετοιμως εχοντι κριναι ζωντας και νεκρους 
6 εις τουτο γαρ και νεκροις ευηγγελισθη ινα κριθωσι μεν κατα ανθρωπους σαρκι ζωσι δε κατα θεον πνευματι John 5:25, 1 Pet 3:19
7 παντων δε το τελος ηγγικεν σωφρονησατε ουν και νηψατε εις προσευχας 1 John 2:18, Luke 21:34
8 προ παντων την εις εαυτους αγαπην εκτενη εχοντες οτι αγαπη καλυπτει πληθος αμαρτιων Prov 10:12
9 φιλοξενοι εις αλληλους ανευ γογγυσμου Rom 12:13, Heb 13:2, Phil 2:14
10 εκαστος καθως ελαβεν χαρισμα εις εαυτους αυτο διακονουντες ως καλοι οικονομοι ποικιλης χαριτος θεου Prov 3:28, Rom 12:6, 2 Cor 8:11
11 ει τις λαλει ως λογια θεου ει τις διακονει ως εξ ισχυος ης χορηγει ο θεος ινα εν πασιν δοξαζηται ο θεος δια ιησου χριστου ω εστιν η δοξα και το κρατος εις τους αιωνας των αιωνων αμην Jer 23:22
12 αγαπητοι μη ξενιζεσθε τη εν υμιν πυρωσει προς πειρασμον υμιν γινομενη ως ξενου υμιν συμβαινοντος Jer 48:10, 1 Cor 3:13, 1 John 1:7
13 αλλα καθο κοινωνειτε τοις του χριστου παθημασιν χαιρετε ινα και εν τη αποκαλυψει της δοξης αυτου χαρητε αγαλλιωμενοι 
14 ει ονειδιζεσθε εν ονοματι χριστου μακαριοι οτι το της δοξης και το του θεου πνευμα εφ υμας αναπαυεται Matt 5:10, 1 Pet 2:20, 1 Pet 3:14
15 μη γαρ τις υμων πασχετω ως φονευς η κλεπτης η κακοποιος η ως αλλοτριεπισκοπος 
16 ει δε ως χριστιανος μη αισχυνεσθω δοξαζετω δε τον θεον εν τω ονοματι τουτω 
17 οτι [ο] καιρος του αρξασθαι το κριμα απο του οικου του θεου ει δε πρωτον αφ ημων τι το τελος των απειθουντων τω του θεου ευαγγελιω Jer 25:29, Luke 23:31, Luke 10:12
18 και ει ο δικαιος μολις σωζεται ο ασεβης και αμαρτωλος που φανειται Prov 11:31
19 ωστε και οι πασχοντες κατα το θελημα του θεου πιστω κτιστη παρατιθεσθωσαν τας ψυχας αυτων εν αγαθοποιια 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle