Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 πρεσβυτερους ουν εν υμιν παρακαλω ο συμπρεσβυτερος και μαρτυς των του χριστου παθηματων ο και της μελλουσης αποκαλυπτεσθαι δοξης κοινωνος 
2 ποιμανατε το εν υμιν ποιμνιον του θεου [επισκοπουντες] μη αναγκαστως αλλα εκουσιως κατα θεον μηδε αισχροκερδως αλλα προθυμως Acts 20:28, 1 Tim 3:3, Tit 1:7
3 μηδ ως κατακυριευοντες των κληρων αλλα τυποι γινομενοι του ποιμνιου 2 Cor 1:24, Phil 3:17, 1 Tim 4:12, Tit 2:7
4 και φανερωθεντος του αρχιποιμενος κομιεισθε τον αμαραντινον της δοξης στεφανον Isa 40:11, Ezek 34:23, John 10:11, Heb 13:20, 1 Pet 2:25, 1 Cor 9:25, 2 Tim 4:8, Ja 1:12, 1 Pet 1:4
5 ομοιως νεωτεροι υποταγητε πρεσβυτεροις παντες δε αλληλοις την ταπεινοφροσυνην εγκομβωσασθε οτι [ο] θεος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν Rom 12:10, Phil 2:3, Prov 3:34, Ja 4:6
6 ταπεινωθητε ουν υπο την κραταιαν χειρα του θεου ινα υμας υψωση εν καιρω Job 22:29, Prov 29:23, Matt 23:12, Luke 14:11, Ja 4:10
7 πασαν την μεριμναν υμων επιριψαντες επ αυτον οτι αυτω μελει περι υμων Psa 55:22, Matt 6:25, Luke 12:22, Phil 4:6, 1 Tim 6:8, 1 Cor 9:9, Heb 13:5
8 νηψατε γρηγορησατε ο αντιδικος υμων διαβολος ως λεων ωρυομενος περιπατει ζητων [τινα] καταπιειν 1 Thess 5:6, 1 Pet 1:13, 1 Pet 4:7, Job 1:7, Luke 22:31
9 ω αντιστητε στερεοι τη πιστει ειδοτες τα αυτα των παθηματων τη εν [τω] κοσμω υμων αδελφοτητι επιτελεισθαι Eph 4:27, Ja 4:7
10 ο δε θεος πασης χαριτος ο καλεσας υμας εις την αιωνιον αυτου δοξαν εν χριστω [ιησου] ολιγον παθοντας αυτος καταρτισει στηριξει σθενωσει θεμελιωσει Heb 10:37, 1 Pet 1:6
11 αυτω το κρατος εις τους αιωνας αμην 
12 δια σιλουανου υμιν του πιστου αδελφου ως λογιζομαι δι ολιγων εγραψα παρακαλων και επιμαρτυρων ταυτην ειναι αληθη χαριν του θεου εις ην στητε 
13 ασπαζεται υμας η εν βαβυλωνι συνεκλεκτη και μαρκος ο υιος μου 
14 ασπασασθε αλληλους εν φιληματι αγαπης ειρηνη υμιν πασιν τοις εν χριστω Rom 16:16, 1 Cor 16:20, 2 Cor 13:12, 1 Thess 5:26


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle