Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 εγενοντο δε και ψευδοπροφηται εν τω λαω ως και εν υμιν εσονται ψευδοδιδασκαλοι οιτινες παρεισαξουσιν αιρεσεις απωλειας και τον αγορασαντα αυτους δεσποτην αρνουμενοι επαγοντες εαυτοις ταχινην απωλειαν Deut 13:1, Matt 24:11, Acts 20:29, 1 Tim 4:1, 2 Tim 3:1
2 και πολλοι εξακολουθησουσιν αυτων ταις ασελγειαις δι ους η οδος της αληθειας βλασφημηθησεται 
3 και εν πλεονεξια πλαστοις λογοις υμας εμπορευσονται οις το κριμα εκπαλαι ουκ αργει και η απωλεια αυτων ου νυσταζει Jude 1:4
4 ει γαρ ο θεος αγγελων αμαρτησαντων ουκ εφεισατο αλλα σειραις ζοφου ταρταρωσας παρεδωκεν εις κρισιν τηρουμενους Jude 1:6, Rev 20:3
5 και αρχαιου κοσμου ουκ εφεισατο αλλα ογδοον νωε δικαιοσυνης κηρυκα εφυλαξεν κατακλυσμον κοσμω ασεβων επαξας Gen 7:23, 1 Pet 3:19
6 και πολεις σοδομων και γομορρας τεφρωσας [καταστροφη] κατεκρινεν υποδειγμα μελλοντων ασεβε[ς]ιν τεθεικως Gen 19:24, Deut 29:23, Isa 13:19, Jer 50:40, Ezek 16:49, Hos 11:8, Amos 4:11, Jude 1:7
7 και δικαιον λωτ καταπονουμενον υπο της των αθεσμων εν ασελγεια αναστροφης ερρυσατο Gen 19:7
8 βλεμματι γαρ και ακοη ο δικαιος εγκατοικων εν αυτοις ημεραν εξ ημερας ψυχην δικαιαν ανομοις εργοις εβασανιζεν Psa 119:158
9 οιδεν κυριος ευσεβεις εκ πειρασμου ρυεσθαι αδικους δε εις ημεραν κρισεως κολαζομενους τηρειν 1 Cor 10:13
10 μαλιστα δε τους οπισω σαρκος εν επιθυμια μιασμου πορευομενους και κυριοτητος καταφρονουντας τολμηται αυθαδεις δοξας ου τρεμουσιν βλασφημουντες 
11 οπου αγγελοι ισχυι και δυναμει μειζονες οντες ου φερουσιν κατ αυτων παρα κυριου βλασφημον κρισιν 
12 ουτοι δε ως αλογα ζωα γεγεννημενα φυσικα εις αλωσιν και φθοραν εν οις αγνοουσιν βλασφημουντες εν τη φθορα αυτων και φθαρησονται Jer 12:3, Jude 1:10
13 αδικουμενοι μισθον αδικιας ηδονην ηγουμενοι την εν ημερα τρυφην σπιλοι και μωμοι εντρυφωντες εν ταις απαταις αυτων συνευωχουμενοι υμιν 
14 οφθαλμους εχοντες μεστους μοιχαλιδος και ακαταπαυστους αμαρτιας δελεαζοντες ψυχας αστηρικτους καρδιαν γεγυμνασμενην πλεονεξιας εχοντες καταρας τεκνα 
15 καταλειποντες ευθειαν οδον επλανηθησαν εξακολουθησαντες τη οδω του βαλααμ του βοσορ ος μισθον αδικιας ηγαπησεν Num 22:7, Num 22:21, Jude 1:11
16 ελεγξιν δε εσχεν ιδιας παρανομιας υποζυγιον αφωνον εν ανθρωπου φωνη φθεγξαμενον εκωλυσεν την του προφητου παραφρονιαν Num 22:21
17 ουτοι εισιν πηγαι ανυδροι και ομιχλαι υπο λαιλαπος ελαυνομεναι οις ο ζοφος του σκοτους τετηρηται Jude 1:12
18 υπερογκα γαρ ματαιοτητος φθεγγομενοι δελεαζουσιν εν επιθυμιαις σαρκος ασελγειαις τους ολιγως αποφευγοντας τους εν πλανη αναστρεφομενους 
19 ελευθεριαν αυτοις επαγγελλομενοι αυτοι δουλοι υπαρχοντες της φθορας ω γαρ τις ηττηται τουτω δεδουλωται John 8:34, Rom 6:16
20 ει γαρ αποφυγοντες τα μιασματα του κοσμου εν επιγνωσει του κυριου [ημων] και σωτηρος ιησου χριστου τουτοις δε παλιν εμπλακεντες ηττωνται γεγονεν αυτοις τα εσχατα χειρονα των πρωτων Heb 6:4, Heb 10:26, Matt 12:45
21 κρειττον γαρ ην αυτοις μη επεγνωκεναι την οδον της δικαιοσυνης η επιγνουσιν υποστρεψαι εκ της παραδοθεισης αυτοις αγιας εντολης 
22 συμβεβηκεν αυτοις το της αληθους παροιμιας κυων επιστρεψας επι το ιδιον εξεραμα και υς λουσαμενη εις κυλισμον βορβορου Prov 26:11


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle