Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ταυτην ηδη αγαπητοι δευτεραν υμιν γραφω επιστολην εν αις διεγειρω υμων εν υπομνησει την ειλικρινη διανοιαν 2 Pet 1:13
2 μνησθηναι των προειρημενων ρηματων υπο των αγιων προφητων και της των αποστολων υμων εντολης του κυριου και σωτηρος 
3 τουτο πρωτον γινωσκοντες οτι ελευσονται επ εσχατων των ημερων [εν] εμπαιγμονη εμπαικται κατα τας ιδιας επιθυμιας αυτων πορευομενοι 1 Tim 4:1, 2 Tim 3:1, Jude 1:18
4 και λεγοντες που εστιν η επαγγελια της παρουσιας αυτου αφ ης γαρ οι πατερες εκοιμηθησαν παντα ουτως διαμενει απ αρχης κτισεως Ezek 12:22
5 λανθανει γαρ αυτους τουτο θελοντας οτι ουρανοι ησαν εκπαλαι και γη εξ υδατος και δι υδατος συνεστωσα τω του θεου λογω Gen 1:9, Psa 24:2
6 δι ων ο τοτε κοσμος υδατι κατακλυσθεις απωλετο Gen 7:10, Gen 7:21
7 οι δε νυν ουρανοι και η γη τω αυτω λογω τεθησαυρισμενοι εισιν πυρι τηρουμενοι εις ημεραν κρισεως και απωλειας των ασεβων ανθρωπων 2 Pet 3:10, Psa 102:26, Isa 51:6, Heb 1:11, 2 Thess 1:8
8 εν δε τουτο μη λανθανετω υμας αγαπητοι οτι μια ημερα παρα κυριω ως χιλια ετη και χιλια ετη ως ημερα μια Psa 90:4
9 ου βραδυνει κυριος της επαγγελιας ως τινες βραδυτητα ηγουνται αλλα μακροθυμει εις υμας μη βουλομενος τινας απολεσθαι αλλα παντας εις μετανοιαν χωρησαι Hab 2:3, 2 Pet 3:15, 1 Pet 3:20, Isa 30:18, Rom 2:4, Ezek 18:32, Ezek 33:11, 1 Tim 2:4
10 ηξει δε ημερα κυριου ως κλεπτης εν η οι ουρανοι ροιζηδον παρελευσονται στοιχεια δε καυσουμενα λυθησεται και γη και τα εν αυτη εργα ευρεθησεται Matt 24:43, 1 Thess 5:2, Rev 3:3, Rev 16:15
11 τουτων ουτως παντων λυομενων ποταπους δει υπαρχειν [υμας] εν αγιαις αναστροφαις και ευσεβειαις 
12 προσδοκωντας και σπευδοντας την παρουσιαν της του θεου ημερας δι ην ουρανοι πυρουμενοι λυθησονται και στοιχεια καυσουμενα τηκεται Psa 50:3, 2 Thess 1:8
13 καινους δε ουρανους και γην καινην κατα το επαγγελμα αυτου προσδοκωμεν εν οις δικαιοσυνη κατοικει Isa 65:17, Isa 66:22, Rev 21:1
14 διο αγαπητοι ταυτα προσδοκωντες σπουδασατε ασπιλοι και αμωμητοι αυτω ευρεθηναι εν ειρηνη 
15 και την του κυριου ημων μακροθυμιαν σωτηριαν ηγεισθε καθως και ο αγαπητος ημων αδελφος παυλος κατα την δοθεισαν αυτω σοφιαν εγραψεν υμιν Rom 2:4
16 ως και εν πασαις επιστολαις λαλων εν αυταις περι τουτων εν αις εστιν δυσνοητα τινα α οι αμαθεις και αστηρικτοι στρεβλουσιν ως και τας λοιπας γραφας προς την ιδιαν αυτων απωλειαν Rom 8:19, 1 Cor 15:24, 1 Thess 4:15
17 υμεις ουν αγαπητοι προγινωσκοντες φυλασσεσθε ινα μη τη των αθεσμων πλανη συναπαχθεντες εκπεσητε του ιδιου στηριγμου 
18 αυξανετε δε εν χαριτι και γνωσει του κυριου ημων και σωτηρος ιησου χριστου αυτω η δοξα και νυν και εις ημεραν αιωνος [αμην] 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle