Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ο ην απ αρχης ο ακηκοαμεν ο εωρακαμεν τοις οφθαλμοις ημων ο εθεασαμεθα και αι χειρες ημων εψηλαφησαν περι του λογου της ζωης John 1:1, John 1:14, 2 Pet 1:16, Luke 24:39, John 20:27
2 και η ζωη εφανερωθη και εωρακαμεν και μαρτυρουμεν και απαγγελλομεν υμιν την ζωην την αιωνιον ητις ην προς τον πατερα και εφανερωθη ημιν 
3 ο εωρακαμεν και ακηκοαμεν απαγγελλομεν και υμιν ινα και υμεις κοινωνιαν εχητε μεθ ημων και η κοινωνια δε η ημετερα μετα του πατρος και μετα του υιου αυτου ιησου χριστου 
4 και ταυτα γραφομεν ημεις ινα η χαρα ημων η πεπληρωμενη 
5 και εστιν αυτη η αγγελια ην ακηκοαμεν απ αυτου και αναγγελλομεν υμιν οτι ο θεος φως εστιν και σκοτια εν αυτω ουκ εστιν ουδεμια John 1:9, John 8:12, John 9:5, John 12:35
6 εαν ειπωμεν οτι κοινωνιαν εχομεν μετ αυτου και εν τω σκοτει περιπατωμεν ψευδομεθα και ου ποιουμεν την αληθειαν 
7 εαν δε εν τω φωτι περιπατωμεν ως αυτος εστιν εν τω φωτι κοινωνιαν εχομεν μετ αλληλων και το αιμα ιησου του υιου αυτου καθαριζει ημας απο πασης αμαρτιας Heb 9:14, 1 Pet 1:19, Rev 1:5
8 εαν ειπωμεν οτι αμαρτιαν ουκ εχομεν εαυτους πλανωμεν και η αληθεια ουκ εστιν εν ημιν 1 Kin 8:46, 2 Chr 6:36, Job 9:2, Psa 143:2, Prov 20:9, Eccl 7:20
9 εαν ομολογωμεν τας αμαρτιας ημων πιστος εστιν και δικαιος ινα αφη ημιν τας αμαρτιας και καθαριση ημας απο πασης αδικιας Psa 32:5, Prov 28:13
10 εαν ειπωμεν οτι ουχ ημαρτηκαμεν ψευστην ποιουμεν αυτον και ο λογος αυτου ουκ εστιν εν ημιν 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle