Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 τεκνια μου ταυτα γραφω υμιν ινα μη αμαρτητε και εαν τις αμαρτη παρακλητον εχομεν προς τον πατερα ιησουν χριστον δικαιον 1 Tim 2:5, Heb 7:25
2 και αυτος ιλασμος εστιν περι των αμαρτιων ημων ου περι των ημετερων δε μονον αλλα και περι ολου του κοσμου Rom 3:25, 2 Cor 5:18, Col 1:20, 1 John 4:10, John 4:42, 1 John 4:14
3 και εν τουτω γινωσκομεν οτι εγνωκαμεν αυτον εαν τας εντολας αυτου τηρωμεν 
4 ο λεγων οτι εγνωκα αυτον και τας εντολας αυτου μη τηρων ψευστης εστιν και εν τουτω η αληθεια ουκ εστιν 1 John 4:20
5 ος δ αν τηρη αυτου τον λογον αληθως εν τουτω η αγαπη του θεου τετελειωται εν τουτω γινωσκομεν οτι εν αυτω εσμεν John 13:35
6 ο λεγων εν αυτω μενειν οφειλει καθως εκεινος περιεπατησεν και αυτος [ουτως] περιπατειν John 13:15, 1 Pet 2:21
7 αγαπητοι ουκ εντολην καινην γραφω υμιν αλλ εντολην παλαιαν ην ειχετε απ αρχης η εντολη η παλαια εστιν ο λογος ον ηκουσατε 2 John 1:5
8 παλιν εντολην καινην γραφω υμιν ο εστιν αληθες εν αυτω και εν υμιν οτι η σκοτια παραγεται και το φως το αληθινον ηδη φαινει John 13:34, John 15:12
9 ο λεγων εν τω φωτι ειναι και τον αδελφον αυτου μισων εν τη σκοτια εστιν εως αρτι 
10 ο αγαπων τον αδελφον αυτου εν τω φωτι μενει και σκανδαλον εν αυτω ουκ εστιν 1 John 3:14, John 12:35
11 ο δε μισων τον αδελφον αυτου εν τη σκοτια εστιν και εν τη σκοτια περιπατει και ουκ οιδεν που υπαγει οτι η σκοτια ετυφλωσεν τους οφθαλμους αυτου 
12 γραφω υμιν τεκνια οτι αφεωνται υμιν αι αμαρτιαι δια το ονομα αυτου Luke 24:47, Acts 4:12, Acts 13:38
13 γραφω υμιν πατερες οτι εγνωκατε τον απ αρχης γραφω υμιν νεανισκοι οτι νενικηκατε τον πονηρον 
14 εγραψα υμιν παιδια οτι εγνωκατε τον πατερα εγραψα υμιν πατερες οτι εγνωκατε τον απ αρχης εγραψα υμιν νεανισκοι οτι ισχυροι εστε και ο λογος του θεου εν υμιν μενει και νενικηκατε τον πονηρον 
15 μη αγαπατε τον κοσμον μηδε τα εν τω κοσμω εαν τις αγαπα τον κοσμον ουκ εστιν η αγαπη του πατρος εν αυτω Rom 12:2, Gal 1:10, Ja 4:4
16 οτι παν το εν τω κοσμω η επιθυμια της σαρκος και η επιθυμια των οφθαλμων και η αλαζονεια του βιου ουκ εστιν εκ του πατρος αλλ εκ του κοσμου εστιν 
17 και ο κοσμος παραγεται και η επιθυμια αυτου ο δε ποιων το θελημα του θεου μενει εις τον αιωνα Psa 90:10, Isa 40:6, 1 Cor 7:31, Ja 1:10, Ja 4:14, 1 Pet 1:24
18 παιδια εσχατη ωρα εστιν και καθως ηκουσατε οτι αντιχριστος ερχεται και νυν αντιχριστοι πολλοι γεγονασιν οθεν γινωσκομεν οτι εσχατη ωρα εστιν Matt 24:5, 2 Thess 2:3
19 εξ ημων εξηλθαν αλλ ουκ ησαν εξ ημων ει γαρ εξ ημων ησαν μεμενηκεισαν αν μεθ ημων αλλ ινα φανερωθωσιν οτι ουκ εισιν παντες εξ ημων Psa 41:9, Acts 20:30, 1 Cor 11:19
20 και υμεις χρισμα εχετε απο του αγιου και οιδατε παντες Psa 45:7, Psa 133:2, 2 Cor 1:21, Heb 1:9
21 ουκ εγραψα υμιν οτι ουκ οιδατε την αληθειαν αλλ οτι οιδατε αυτην και οτι παν ψευδος εκ της αληθειας ουκ εστιν 
22 τις εστιν ο ψευστης ει μη ο αρνουμενος οτι ιησους ουκ εστιν ο χριστος ουτος εστιν ο αντιχριστος ο αρνουμενος τον πατερα και τον υιον 
23 πας ο αρνουμενος τον υιον ουδε τον πατερα εχει ο ομολογων τον υιον και τον πατερα εχει Luke 12:9, 2 Tim 2:12
24 υμεις ο ηκουσατε απ αρχης εν υμιν μενετω εαν εν υμιν μεινη ο απ αρχης ηκουσατε και υμεις εν τω υιω και εν τω πατρι μενειτε 
25 και αυτη εστιν η επαγγελια ην αυτος επηγγειλατο ημιν την ζωην την αιωνιον 
26 ταυτα εγραψα υμιν περι των πλανωντων υμας 
27 και υμεις το χρισμα ο ελαβετε απ αυτου μενει εν υμιν και ου χρειαν εχετε ινα τις διδασκη υμας αλλ ως το αυτου χρισμα διδασκει υμας περι παντων και αληθες εστιν και ουκ εστιν ψευδος και καθως εδιδαξεν υμας μενετε εν αυτω Jer 31:34, Heb 8:11
28 και νυν τεκνια μενετε εν αυτω ινα εαν φανερωθη σχωμεν παρρησιαν και μη αισχυνθωμεν απ αυτου εν τη παρουσια αυτου Mark 8:38, 1 John 3:2
29 εαν ειδητε οτι δικαιος εστιν γινωσκετε οτι και πας ο ποιων την δικαιοσυνην εξ αυτου γεγεννηται 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle