Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ιδετε ποταπην αγαπην δεδωκεν ημιν ο πατηρ ινα τεκνα θεου κληθωμεν και εσμεν δια τουτο ο κοσμος ου γινωσκει ημας οτι ουκ εγνω αυτον John 1:12
2 αγαπητοι νυν τεκνα θεου εσμεν και ουπω εφανερωθη τι εσομεθα οιδαμεν οτι εαν φανερωθη ομοιοι αυτω εσομεθα οτι οψομεθα αυτον καθως εστιν Isa 56:5, John 1:12, Rom 8:15, Gal 3:26, Gal 4:6, Matt 5:12, Rom 8:18, 2 Cor 4:17, Phil 3:21, Col 3:4
3 και πας ο εχων την ελπιδα ταυτην επ αυτω αγνιζει εαυτον καθως εκεινος αγνος εστιν 
4 πας ο ποιων την αμαρτιαν και την ανομιαν ποιει και η αμαρτια εστιν η ανομια 1 John 5:17
5 και οιδατε οτι εκεινος εφανερωθη ινα τας αμαρτιας αρη και αμαρτια εν αυτω ουκ εστιν Isa 53:12, 1 Tim 1:15, Isa 53:9, 2 Cor 5:21, 1 Pet 2:22
6 πας ο εν αυτω μενων ουχ αμαρτανει πας ο αμαρτανων ουχ εωρακεν αυτον ουδε εγνωκεν αυτον 
7 τεκνια μηδεις πλανατω υμας ο ποιων την δικαιοσυνην δικαιος εστιν καθως εκεινος δικαιος εστιν 1 John 2:29
8 ο ποιων την αμαρτιαν εκ του διαβολου εστιν οτι απ αρχης ο διαβολος αμαρτανει εις τουτο εφανερωθη ο υιος του θεου ινα λυση τα εργα του διαβολου 
9 πας ο γεγεννημενος εκ του θεου αμαρτιαν ου ποιει οτι σπερμα αυτου εν αυτω μενει και ου δυναται αμαρτανειν οτι εκ του θεου γεγεννηται 1 John 5:18, 1 Pet 1:23
10 εν τουτω φανερα εστιν τα τεκνα του θεου και τα τεκνα του διαβολου πας ο μη ποιων δικαιοσυνην ουκ εστιν εκ του θεου και ο μη αγαπων τον αδελφον αυτου 
11 οτι αυτη εστιν η αγγελια ην ηκουσατε απ αρχης ινα αγαπωμεν αλληλους 1 John 3:23, John 13:34, John 15:12
12 ου καθως καιν εκ του πονηρου ην και εσφαξεν τον αδελφον αυτου και χαριν τινος εσφαξεν αυτον οτι τα εργα αυτου πονηρα ην τα δε του αδελφου αυτου δικαια Gen 4:8, Heb 11:4
13 [και] μη θαυμαζετε αδελφοι ει μισει υμας ο κοσμος John 15:18
14 ημεις οιδαμεν οτι μεταβεβηκαμεν εκ του θανατου εις την ζωην οτι αγαπωμεν τους αδελφους ο μη αγαπων μενει εν τω θανατω 1 John 2:10
15 πας ο μισων τον αδελφον αυτου ανθρωποκτονος εστιν και οιδατε οτι πας ανθρωποκτονος ουκ εχει ζωην αιωνιον εν αυτω μενουσαν Matt 5:21, Gal 5:21
16 εν τουτω εγνωκαμεν την αγαπην οτι εκεινος υπερ ημων την ψυχην αυτου εθηκεν και ημεις οφειλομεν υπερ των αδελφων τας ψυχας θειναι John 15:13, Eph 5:2
17 ος δ αν εχη τον βιον του κοσμου και θεωρη τον αδελφον αυτου χρειαν εχοντα και κλειση τα σπλαγχνα αυτου απ αυτου πως η αγαπη του θεου μενει εν αυτω Deut 15:7, Luke 3:11, Ja 2:15
18 τεκνια μη αγαπωμεν λογω μηδε τη γλωσση αλλα εν εργω και αληθεια 
19 [και] εν τουτω γνωσομεθα οτι εκ της αληθειας εσμεν και εμπροσθεν αυτου πεισομεν την καρδιαν ημων 
20 οτι εαν καταγινωσκη ημων η καρδια οτι μειζων εστιν ο θεος της καρδιας ημων και γινωσκει παντα 
21 αγαπητοι εαν η καρδια [ημων] μη καταγινωσκη παρρησιαν εχομεν προς τον θεον 
22 και ο εαν αιτωμεν λαμβανομεν απ αυτου οτι τας εντολας αυτου τηρουμεν και τα αρεστα ενωπιον αυτου ποιουμεν Jer 29:12, Matt 7:8, Matt 21:22, Mark 11:24, Luke 11:9, John 14:13, John 16:24, Ja 1:5, 1 John 5:14
23 και αυτη εστιν η εντολη αυτου ινα πιστευσωμεν τω ονοματι του υιου αυτου ιησου χριστου και αγαπωμεν αλληλους καθως εδωκεν εντολην ημιν John 6:29, John 17:3, Lev 19:18, Matt 22:39, John 13:34, John 15:12, Eph 5:2, 1 Thess 4:9, 1 Pet 4:8, 1 John 4:21
24 και ο τηρων τας εντολας αυτου εν αυτω μενει και αυτος εν αυτω και εν τουτω γινωσκομεν οτι μενει εν ημιν εκ του πνευματος ου ημιν εδωκεν John 14:23, John 15:10, 1 John 4:12


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle