Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 ιουδας ιησου χριστου δουλος αδελφος δε ιακωβου τοις εν θεω πατρι ηγαπημενοις και ιησου χριστω τετηρημενοις κλητοις 
2 ελεος υμιν και ειρηνη και αγαπη πληθυνθειη 
3 αγαπητοι πασαν σπουδην ποιουμενος γραφειν υμιν περι της κοινης ημων σωτηριας αναγκην εσχον γραψαι υμιν παρακαλων επαγωνιζεσθαι τη απαξ παραδοθειση τοις αγιοις πιστει 
4 παρεισεδυσαν γαρ τινες ανθρωποι οι παλαι προγεγραμμενοι εις τουτο το κριμα ασεβεις την του θεου ημων χαριτα μετατιθεντες εις ασελγειαν και τον μονον δεσποτην και κυριον ημων ιησουν χριστον αρνουμενοι 2 Pet 2:1, 1 Pet 2:8, 2 Pet 2:3
5 υπομνησαι δε υμας βουλομαι ειδοτας υμας παντα οτι [ο] κυριος απαξ λαον εκ γης αιγυπτου σωσας το δευτερον τους μη πιστευσαντας απωλεσεν Num 14:29, Num 26:64, Psa 106:26, 1 Cor 10:5, Heb 3:17
6 αγγελους τε τους μη τηρησαντας την εαυτων αρχην αλλα απολιποντας το ιδιον οικητηριον εις κρισιν μεγαλης ημερας δεσμοις αιδιοις υπο ζοφον τετηρηκεν 2 Pet 2:4, 2 Pet 2:4
7 ως σοδομα και γομορρα και αι περι αυτας πολεις τον ομοιον τροπον τουτοις εκπορνευσασαι και απελθουσαι οπισω σαρκος ετερας προκεινται δειγμα πυρος αιωνιου δικην υπεχουσαι Gen 19:24, Deut 29:23, Isa 13:19, Jer 50:40, Ezek 16:49, Hos 11:8, Amos 4:11, Luke 17:29, 2 Pet 2:6
8 ομοιως μεντοι και ουτοι ενυπνιαζομενοι σαρκα μεν μιαινουσιν κυριοτητα δε αθετουσιν δοξας δε βλασφημουσιν 
9 ο δε μιχαηλ ο αρχαγγελος οτε τω διαβολω διακρινομενος διελεγετο περι του μωυσεως σωματος ουκ ετολμησεν κρισιν επενεγκειν βλασφημιας αλλα ειπεν επιτιμησαι σοι κυριος Dan 10:13, Dan 12:1, Rev 12:7, 2 Pet 2:11, Zech 3:2
10 ουτοι δε οσα μεν ουκ οιδασιν βλασφημουσιν οσα δε φυσικως ως τα αλογα ζωα επιστανται εν τουτοις φθειρονται 2 Pet 2:12
11 ουαι αυτοις οτι τη οδω του καιν επορευθησαν και τη πλανη του βαλααμ μισθου εξεχυθησαν και τη αντιλογια του κορε απωλοντο Gen 4:8, 1 John 3:12, Num 22:7, Num 22:21, 2 Pet 2:15, Num 16:1
12 ουτοι εισιν οι εν ταις αγαπαις υμων σπιλαδες συνευωχουμενοι αφοβως εαυτους ποιμαινοντες νεφελαι ανυδροι υπο ανεμων παραφερομεναι δενδρα φθινοπωρινα ακαρπα δις αποθανοντα εκριζωθεντα 2 Pet 2:13, 2 Pet 2:17
13 κυματα αγρια θαλασσης επαφριζοντα τας εαυτων αισχυνας αστερες πλανηται οις ο ζοφος του σκοτους εις αιωνα τετηρηται Isa 57:20
14 προεφητευσεν δε και τουτοις εβδομος απο αδαμ ενωχ λεγων ιδου ηλθεν κυριος εν αγιαις μυριασιν αυτου Gen 5:18, Dan 7:10, Acts 1:11, 1 Thess 1:10, 2 Thess 1:10, Rev 1:7
15 ποιησαι κρισιν κατα παντων και ελεγξαι πασαν ψυχην περι παντων των εργων ασεβειας αυτων ων ησεβησαν και περι παντων των σκληρων ων ελαλησαν κατ αυτου αμαρτωλοι ασεβεις Matt 12:36
16 ουτοι εισιν γογγυσται μεμψιμοιροι κατα τας επιθυμιας εαυτων πορευομενοι και το στομα αυτων λαλει υπερογκα θαυμαζοντες προσωπα ωφελειας χαριν 2 Pet 2:18
17 υμεις δε αγαπητοι μνησθητε των ρηματων των προειρημενων υπο των αποστολων του κυριου ημων ιησου χριστου 
18 οτι ελεγον υμιν οτι επ εσχατου [του] χρονου εσονται εμπαικται κατα τας εαυτων επιθυμιας πορευομενοι των ασεβειων Acts 20:29, 1 Tim 4:1, 2 Tim 3:1, 2 Tim 4:3, 2 Pet 2:1, 2 Pet 3:3
19 ουτοι εισιν οι αποδιοριζοντες ψυχικοι πνευμα μη εχοντες 
20 υμεις δε αγαπητοι εποικοδομουντες εαυτους τη αγιωτατη υμων πιστει εν πνευματι αγιω προσευχομενοι 
21 εαυτους εν αγαπη θεου τηρησατε προσδεχομενοι το ελεος του κυριου ημων ιησου χριστου εις ζωην αιωνιον 
22 και ους μεν ελεατε διακρινομενους 
23 ους δε σωζετε εκ πυρος αρπαζοντες ους δε ελεατε εν φοβω μισουντες και τον απο της σαρκος εσπιλωμενον χιτωνα 
24 τω δε δυναμενω φυλαξαι υμας απταιστους και στησαι κατενωπιον της δοξης αυτου αμωμους εν αγαλλιασει 
25 μονω θεω σωτηρι ημων δια ιησου χριστου του κυριου ημων δοξα μεγαλωσυνη κρατος και εξουσια προ παντος του αιωνος και νυν και εις παντας τους αιωνας αμην Rom 16:27, 1 Tim 1:17


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle