Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και εδοθη μοι καλαμος ομοιος ραβδω λεγων εγειρε και μετρησον τον ναον του θεου και το θυσιαστηριον και τους προσκυνουντας εν αυτω Ezek 40:3, Ezek 41:1, Ezek 42:1, Ezek 43:1
2 και την αυλην την εξωθεν του ναου εκβαλε εξωθεν και μη αυτην μετρησης οτι εδοθη τοις εθνεσιν και την πολιν την αγιαν πατησουσιν μηνας τεσσερακοντα [και] δυο Rev 13:5
3 και δωσω τοις δυσιν μαρτυσιν μου και προφητευσουσιν ημερας χιλιας διακοσιας εξηκοντα περιβεβλημενοι σακκους 
4 ουτοι εισιν αι δυο ελαιαι και αι δυο λυχνιαι αι ενωπιον του κυριου της γης εστωτες Zech 4:3, Zech 4:14
5 και ει τις αυτους θελει αδικησαι πυρ εκπορευεται εκ του στοματος αυτων και κατεσθιει τους εχθρους αυτων και ει τις θεληση αυτους αδικησαι ουτως δει αυτον αποκτανθηναι 
6 ουτοι εχουσιν την εξουσιαν κλεισαι τον ουρανον ινα μη υετος βρεχη τας ημερας της προφητειας αυτων και εξουσιαν εχουσιν επι των υδατων στρεφειν αυτα εις αιμα και παταξαι την γην εν παση πληγη οσακις εαν θελησωσιν 1 Kin 17:1, Ex 7:1, Ex 8:1, Ex 9:1, Ex 10:1, Ex 12:1
7 και οταν τελεσωσιν την μαρτυριαν αυτων το θηριον το αναβαινον εκ της αβυσσου ποιησει μετ αυτων πολεμον και νικησει αυτους και αποκτενει αυτους Dan 7:21, Rev 13:7, Rev 13:11
8 και το πτωμα αυτων επι της πλατειας της πολεως της μεγαλης ητις καλειται πνευματικως σοδομα και αιγυπτος οπου και ο κυριος αυτων εσταυρωθη Rev 7:2, Rev 7:5, Rev 18:10
9 και βλεπουσιν εκ των λαων και φυλων και γλωσσων και εθνων το πτωμα αυτων ημερας τρεις και ημισυ και τα πτωματα αυτων ουκ αφιουσιν τεθηναι εις μνημα 
10 και οι κατοικουντες επι της γης χαιρουσιν επ αυτοις και ευφραινονται και δωρα πεμψουσιν αλληλοις οτι ουτοι οι δυο προφηται εβασανισαν τους κατοικουντας επι της γης 
11 και μετα τας τρεις ημερας και ημισυ πνευμα ζωης εκ του θεου εισηλθεν εν αυτοις και εστησαν επι τους ποδας αυτων και φοβος μεγας επεπεσεν επι τους θεωρουντας αυτους 
12 και ηκουσαν φωνης μεγαλης εκ του ουρανου λεγουσης αυτοις αναβατε ωδε και ανεβησαν εις τον ουρανον εν τη νεφελη και εθεωρησαν αυτους οι εχθροι αυτων 
13 και εν εκεινη τη ωρα εγενετο σεισμος μεγας και το δεκατον της πολεως επεσεν και απεκτανθησαν εν τω σεισμω ονοματα ανθρωπων χιλιαδες επτα και οι λοιποι εμφοβοι εγενοντο και εδωκαν δοξαν τω θεω του ουρανου 
14 η ουαι η δευτερα απηλθεν ιδου η ουαι η τριτη ερχεται ταχυ Rev 8:13, Rev 9:12, Rev 15:1
15 και ο εβδομος αγγελος εσαλπισεν και εγενοντο φωναι μεγαλαι εν τω ουρανω λεγοντες εγενετο η βασιλεια του κοσμου του κυριου ημων και του χριστου αυτου και βασιλευσει εις τους αιωνας των αιωνων 
16 και οι εικοσι τεσσαρες πρεσβυτεροι [οι] ενωπιον του θεου καθημενοι επι τους θρονους αυτων επεσαν επι τα προσωπα αυτων και προσεκυνησαν τω θεω 
17 λεγοντες ευχαριστουμεν σοι κυριε ο θεος ο παντοκρατωρ ο ων και ο ην οτι ειληφας την δυναμιν σου την μεγαλην και εβασιλευσας Rev 1:4, Rev 1:8, Rev 4:8, Rev 16:5
18 και τα εθνη ωργισθησαν και ηλθεν η οργη σου και ο καιρος των νεκρων κριθηναι και δουναι τον μισθον τοις δουλοις σου τοις προφηταις και τοις αγιοις και τοις φοβουμενοις το ονομα σου τους μικρους και τους μεγαλους και διαφθειραι τους διαφθειροντας την γην 
19 και ηνοιγη ο ναος του θεου ο εν τω ουρανω και ωφθη η κιβωτος της διαθηκης αυτου εν τω ναω αυτου και εγενοντο αστραπαι και φωναι και βρονται και σεισμος και χαλαζα μεγαλη Rev 15:5


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle