Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και ειδον αγγελον καταβαινοντα εκ του ουρανου εχοντα την κλειν της αβυσσου και αλυσιν μεγαλην επι την χειρα αυτου Rev 1:18
2 και εκρατησεν τον δρακοντα ο οφις ο αρχαιος ος εστιν διαβολος και ο σατανας και εδησεν αυτον χιλια ετη 2 Pet 2:4, Rev 12:9
3 και εβαλεν αυτον εις την αβυσσον και εκλεισεν και εσφραγισεν επανω αυτου ινα μη πλανηση ετι τα εθνη αχρι τελεσθη τα χιλια ετη μετα ταυτα δει λυθηναι αυτον μικρον χρονον Rev 20:8, Rev 16:14, Rev 16:16
4 και ειδον θρονους και εκαθισαν επ αυτους και κριμα εδοθη αυτοις και τας ψυχας των πεπελεκισμενων δια την μαρτυριαν ιησου και δια τον λογον του θεου και οιτινες ου προσεκυνησαν το θηριον ουδε την εικονα αυτου και ουκ ελαβον το χαραγμα επι το μετωπον και επι την χειρα αυτων και εζησαν και εβασιλευσαν μετα του χριστου χιλια ετη Rev 6:10, Rev 6:9, Rev 13:12, Rev 13:15, Rev 13:16, Rev 6:11
5 οι λοιποι των νεκρων ουκ εζησαν αχρι τελεσθη τα χιλια ετη αυτη η αναστασις η πρωτη 
6 μακαριος και αγιος ο εχων μερος εν τη αναστασει τη πρωτη επι τουτων ο δευτερος θανατος ουκ εχει εξουσιαν αλλ εσονται ιερεις του θεου και του χριστου και βασιλευσουσιν μετ αυτου [τα] χιλια ετη Isa 61:6, 1 Pet 2:9, Rev 1:6, Rev 5:10
7 και οταν τελεσθη τα χιλια ετη λυθησεται ο σατανας εκ της φυλακης αυτου 
8 και εξελευσεται πλανησαι τα εθνη τα εν ταις τεσσαρσιν γωνιαις της γης τον γωγ και μαγωγ συναγαγειν αυτους εις τον πολεμον ων ο αριθμος αυτων ως η αμμος της θαλασσης Ezek 38:2, Ezek 39:1, Rev 16:14
9 και ανεβησαν επι το πλατος της γης και εκυκλευσαν την παρεμβολην των αγιων και την πολιν την ηγαπημενην και κατεβη πυρ εκ του ουρανου και κατεφαγεν αυτους 
10 και ο διαβολος ο πλανων αυτους εβληθη εις την λιμνην του πυρος και θειου οπου και το θηριον και ο ψευδοπροφητης και βασανισθησονται ημερας και νυκτος εις τους αιωνας των αιωνων Dan 7:11, Rev 19:20, Rev 19:20, Rev 14:10
11 και ειδον θρονον μεγαν λευκον και τον καθημενον επ αυτον ου απο του προσωπου εφυγεν η γη και ο ουρανος και τοπος ουχ ευρεθη αυτοις 
12 και ειδον τους νεκρους τους μεγαλους και τους μικρους εστωτας ενωπιον του θρονου και βιβλια ηνοιχθησαν και αλλο βιβλιον ηνοιχθη ο εστιν της ζωης και εκριθησαν οι νεκροι εκ των γεγραμμενων εν τοις βιβλιοις κατα τα εργα αυτων Ex 32:32, Psa 69:28, Phil 4:3, Rev 3:5, Rev 21:27, Psa 62:12, Jer 17:10, Jer 32:19, Matt 16:27, Rom 2:6, Rom 14:12, 2 Cor 5:10, Gal 6:5, Rev 2:23
13 και εδωκεν η θαλασσα τους νεκρους τους εν αυτη και ο θανατος και ο αδης εδωκαν τους νεκρους τους εν αυτοις και εκριθησαν εκαστος κατα τα εργα αυτων 
14 και ο θανατος και ο αδης εβληθησαν εις την λιμνην του πυρος ουτος ο θανατος ο δευτερος εστιν η λιμνη του πυρος 
15 και ει τις ουχ ευρεθη εν τη βιβλω της ζωης γεγραμμενος εβληθη εις την λιμνην του πυρος 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle