Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και ειδον ουρανον καινον και γην καινην ο γαρ πρωτος ουρανος και η πρωτη γη απηλθαν και η θαλασσα ουκ εστιν ετι Isa 65:17, Isa 66:22, 2 Pet 3:13
2 και την πολιν την αγιαν ιερουσαλημ καινην ειδον καταβαινουσαν εκ του ουρανου απο του θεου ητοιμασμενην ως νυμφην κεκοσμημενην τω ανδρι αυτης Rev 21:10, Rev 3:12
3 και ηκουσα φωνης μεγαλης εκ του θρονου λεγουσης ιδου η σκηνη του θεου μετα των ανθρωπων και σκηνωσει μετ αυτων και αυτοι λαοι αυτου εσονται και αυτος ο θεος μετ αυτων εσται [αυτων θεος] Ezek 43:7
4 και εξαλειψει παν δακρυον εκ των οφθαλμων αυτων και ο θανατος ουκ εσται ετι ουτε πενθος ουτε κραυγη ουτε πονος ουκ εσται ετι [οτι] τα πρωτα απηλθαν Isa 25:8, Rev 7:17
5 και ειπεν ο καθημενος επι τω θρονω ιδου καινα ποιω παντα και λεγει γραψον οτι ουτοι οι λογοι πιστοι και αληθινοι εισιν Isa 43:19, 2 Cor 5:17, Rev 19:9
6 και ειπεν μοι γεγοναν εγω [ειμι] το αλφα και το ω η αρχη και το τελος εγω τω διψωντι δωσω εκ της πηγης του υδατος της ζωης δωρεαν Rev 16:17, Isa 41:4, Isa 44:6, Rev 1:8, Rev 22:13, Isa 55:1
7 ο νικων κληρονομησει ταυτα και εσομαι αυτω θεος και αυτος εσται μοι υιος Zech 8:8, Heb 8:10
8 τοις δε δειλοις και απιστοις και εβδελυγμενοις και φονευσιν και πορνοις και φαρμακοις και ειδωλολατραις και πασιν τοις ψευδεσιν το μερος αυτων εν τη λιμνη τη καιομενη πυρι και θειω ο εστιν ο θανατος ο δευτερος Rev 22:15, Rev 20:14
9 και ηλθεν εις εκ των επτα αγγελων των εχοντων τας επτα φιαλας των γεμοντων των επτα πληγων των εσχατων και ελαλησεν μετ εμου λεγων δευρο δειξω σοι την νυμφην την γυναικα του αρνιου Rev 15:6
10 και απηνεγκεν με εν πνευματι επι ορος μεγα και υψηλον και εδειξεν μοι την πολιν την αγιαν ιερουσαλημ καταβαινουσαν εκ του ουρανου απο του θεου Rev 1:10, Rev 21:2, Heb 12:22
11 εχουσαν την δοξαν του θεου ο φωστηρ αυτης ομοιος λιθω τιμιωτατω ως λιθω ιασπιδι κρυσταλλιζοντι 
12 εχουσα τειχος μεγα και υψηλον εχουσα πυλωνας δωδεκα και επι τοις πυλωσιν αγγελους δωδεκα και ονοματα επιγεγραμμενα α εστιν [τα ονοματα] των δωδεκα φυλων υιων ισραηλ 
13 απο ανατολης πυλωνες τρεις και απο βορρα πυλωνες τρεις και απο νοτου πυλωνες τρεις και απο δυσμων πυλωνες τρεις 
14 και το τειχος της πολεως εχων θεμελιους δωδεκα και επ αυτων δωδεκα ονοματα των δωδεκα αποστολων του αρνιου Eph 2:20
15 και ο λαλων μετ εμου ειχεν μετρον καλαμον χρυσουν ινα μετρηση την πολιν και τους πυλωνας αυτης και το τειχος αυτης Ezek 40:3, Zech 2:1
16 και η πολις τετραγωνος κειται και το μηκος αυτης οσον [και] το πλατος και εμετρησεν την πολιν τω καλαμω επι σταδιων δωδεκα χιλιαδων το μηκος και το πλατος και το υψος αυτης ισα εστιν 
17 και εμετρησεν το τειχος αυτης εκατον τεσσερακοντα τεσσαρων πηχων μετρον ανθρωπου ο εστιν αγγελου 
18 και η ενδωμησις του τειχους αυτης ιασπις και η πολις χρυσιον καθαρον ομοιον υαλω καθαρω 
19 οι θεμελιοι του τειχους της πολεως παντι λιθω τιμιω κεκοσμημενοι ο θεμελιος ο πρωτος ιασπις ο δευτερος σαπφιρος ο τριτος χαλκηδων ο τεταρτος σμαραγδος 
20 ο πεμπτος σαρδονυξ ο εκτος σαρδιον ο εβδομος χρυσολιθος ο ογδοος βηρυλλος ο ενατος τοπαζιον ο δεκατος χρυσοπρασος ο ενδεκατος υακινθος ο δωδεκατος αμεθυστος 
21 και οι δωδεκα πυλωνες δωδεκα μαργαριται ανα εις εκαστος των πυλωνων ην εξ ενος μαργαριτου και η πλατεια της πολεως χρυσιον καθαρον ως υαλος διαυγης 
22 και ναον ουκ ειδον εν αυτη ο γαρ κυριος ο θεος ο παντοκρατωρ ναος αυτης εστιν και το αρνιον 
23 και η πολις ου χρειαν εχει του ηλιου ουδε της σεληνης ινα φαινωσιν αυτη η γαρ δοξα του θεου εφωτισεν αυτην και ο λυχνος αυτης το αρνιον Isa 60:19, Zech 14:7, Rev 22:5
24 και περιπατησουσιν τα εθνη δια του φωτος αυτης και οι βασιλεις της γης φερουσιν την δοξαν αυτων εις αυτην Isa 60:3
25 και οι πυλωνες αυτης ου μη κλεισθωσιν ημερας νυξ γαρ ουκ εσται εκει Isa 60:11, Rev 22:5
26 και οισουσιν την δοξαν και την τιμην των εθνων εις αυτην 
27 και ου μη εισελθη εις αυτην παν κοινον και [ο] ποιων βδελυγμα και ψευδος ει μη οι γεγραμμενοι εν τω βιβλιω της ζωης του αρνιου Ex 32:32, Psa 69:28, Phil 4:3, Rev 3:5, Rev 20:12


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle