Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και εδειξεν μοι ποταμον υδατος ζωης λαμπρον ως κρυσταλλον εκπορευομενον εκ του θρονου του θεου και του αρνιου Ezek 47:1, Zech 14:8
2 εν μεσω της πλατειας αυτης και του ποταμου εντευθεν και εκειθεν ξυλον ζωης ποιουν καρπους δωδεκα κατα μηνα εκαστον αποδιδουν τον καρπον αυτου και τα φυλλα του ξυλου εις θεραπειαν των εθνων Rev 2:7
3 και παν καταθεμα ουκ εσται ετι και ο θρονος του θεου και του αρνιου εν αυτη εσται και οι δουλοι αυτου λατρευσουσιν αυτω 
4 και οψονται το προσωπον αυτου και το ονομα αυτου επι των μετωπων αυτων Rev 3:12
5 και νυξ ουκ εσται ετι και ουκ εχουσιν χρειαν φωτος λυχνου και φωτος ηλιου οτι κυριος ο θεος φωτισει επ αυτους και βασιλευσουσιν εις τους αιωνας των αιωνων Isa 60:19, Zech 14:7, Rev 21:23
6 και ειπεν μοι ουτοι οι λογοι πιστοι και αληθινοι και ο κυριος ο θεος των πνευματων των προφητων απεστειλεν τον αγγελον αυτου δειξαι τοις δουλοις αυτου α δει γενεσθαι εν ταχει Rev 19:9, Rev 21:5, Rev 1:1
7 και ιδου ερχομαι ταχυ μακαριος ο τηρων τους λογους της προφητειας του βιβλιου τουτου Rev 1:3
8 καγω ιωαννης ο ακουων και βλεπων ταυτα και οτε ηκουσα και εβλεψα επεσα προσκυνησαι εμπροσθεν των ποδων του αγγελου του δεικνυοντος μοι ταυτα 
9 και λεγει μοι ορα μη συνδουλος σου ειμι και των αδελφων σου των προφητων και των τηρουντων τους λογους του βιβλιου τουτου τω θεω προσκυνησον Acts 10:26, Acts 14:14, Rev 19:10
10 και λεγει μοι μη σφραγισης τους λογους της προφητειας του βιβλιου τουτου ο καιρος γαρ εγγυς εστιν Dan 8:26, Dan 12:4, Rev 1:3
11 ο αδικων αδικησατω ετι και ο ρυπαρος ρυπανθητω ετι και ο δικαιος δικαιοσυνην ποιησατω ετι και ο αγιος αγιασθητω ετι 
12 ιδου ερχομαι ταχυ και ο μισθος μου μετ εμου αποδουναι εκαστω ως το εργον εστιν αυτου Psa 62:12, Jer 17:10, Jer 32:19, Matt 16:27, Rom 2:6, Rom 14:12, 1 Cor 3:8, 2 Cor 5:10, Gal 6:5, Rev 2:23
13 εγω το αλφα και το ω ο πρωτος και ο εσχατος η αρχη και το τελος Rev 1:8, Rev 21:6, Isa 41:4, Isa 44:6, Isa 48:12, Rev 1:8, Rev 21:6
14 μακαριοι οι πλυνοντες τας στολας αυτων ινα εσται η εξουσια αυτων επι το ξυλον της ζωης και τοις πυλωσιν εισελθωσιν εις την πολιν 
15 εξω οι κυνες και οι φαρμακοι και οι πορνοι και οι φονεις και οι ειδωλολατραι και πας φιλων και ποιων ψευδος 1 Cor 6:10, Eph 5:5, Col 3:5
16 εγω ιησους επεμψα τον αγγελον μου μαρτυρησαι υμιν ταυτα επι ταις εκκλησιαις εγω ειμι η ριζα και το γενος δαυιδ ο αστηρ ο λαμπρος ο πρωινος Rev 1:1, Isa 11:10, Rom 5:12, Rev 5:5, 2 Pet 1:1
17 και το πνευμα και η νυμφη λεγουσιν ερχου και ο ακουων ειπατω ερχου και ο διψων ερχεσθω ο θελων λαβετω υδωρ ζωης δωρεαν Isa 55:1, John 7:37
18 μαρτυρω εγω παντι τω ακουοντι τους λογους της προφητειας του βιβλιου τουτου εαν τις επιθη επ αυτα επιθησει ο θεος επ αυτον τας πληγας τας γεγραμμενας εν τω βιβλιω τουτω 
19 και εαν τις αφελη απο των λογων του βιβλιου της προφητειας ταυτης αφελει ο θεος το μερος αυτου απο του ξυλου της ζωης και εκ της πολεως της αγιας των γεγραμμενων εν τω βιβλιω τουτω Deut 4:2, Deut 12:32, Prov 30:6, Rev 13:8, Rev 17:8
20 λεγει ο μαρτυρων ταυτα ναι ερχομαι ταχυ αμην ερχου κυριε ιησου 
21 η χαρις του κυριου ιησου μετα παντων 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle