Language
 Γλώσσα  
 The New Testament of
 Nestle-Aland 26th edition, 1979 
 Book   Chapter   Font
 size 

1 και ειδον επι την δεξιαν του καθημενου επι του θρονου βιβλιον γεγραμμενον εσωθεν και οπισθεν κατεσφραγισμενον σφραγισιν επτα Ezek 2:10
2 και ειδον αγγελον ισχυρον κηρυσσοντα εν φωνη μεγαλη τις αξιος ανοιξαι το βιβλιον και λυσαι τας σφραγιδας αυτου 
3 και ουδεις εδυνατο εν τω ουρανω ουδε επι της γης ουδε υποκατω της γης ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο Rev 5:13, Phil 2:10
4 και εκλαιον πολυ οτι ουδεις αξιος ευρεθη ανοιξαι το βιβλιον ουτε βλεπειν αυτο 
5 και εις εκ των πρεσβυτερων λεγει μοι μη κλαιε ιδου ενικησεν ο λεων ο εκ της φυλης ιουδα η ριζα δαυιδ ανοιξαι το βιβλιον και τας επτα σφραγιδας αυτου Gen 49:9, Isa 11:10, Rom 15:12, Rev 22:16
6 και ειδον εν μεσω του θρονου και των τεσσαρων ζωων και εν μεσω των πρεσβυτερων αρνιον εστηκος ως εσφαγμενον εχων κερατα επτα και οφθαλμους επτα οι εισιν τα [επτα] πνευματα του θεου απεσταλμενοι εις πασαν την γην Zech 3:9, Zech 4:10, Rev 4:5
7 και ηλθεν και ειληφεν εκ της δεξιας του καθημενου επι του θρονου 
8 και οτε ελαβεν το βιβλιον τα τεσσαρα ζωα και οι εικοσι τεσσαρες πρεσβυτεροι επεσαν ενωπιον του αρνιου εχοντες εκαστος κιθαραν και φιαλας χρυσας γεμουσας θυμιαματων αι εισιν αι προσευχαι των αγιων Rev 14:2, Psa 141:2
9 και αδουσιν ωδην καινην λεγοντες αξιος ει λαβειν το βιβλιον και ανοιξαι τας σφραγιδας αυτου οτι εσφαγης και ηγορασας τω θεω εν τω αιματι σου εκ πασης φυλης και γλωσσης και λαου και εθνους Rev 14:3, Rev 4:11, Acts 20:28, Eph 1:7, Col 1:14, Heb 9:12, Heb 10:10, 1 Pet 1:19, 1 John 1:7
10 και εποιησας αυτους τω θεω ημων βασιλειαν και ιερεις και βασιλευσουσιν επι της γης Ex 19:6, 1 Pet 2:5, 1 Pet 2:9, Rev 1:6
11 και ειδον και ηκουσα φωνην αγγελων πολλων κυκλω του θρονου και των ζωων και των πρεσβυτερων και ην ο αριθμος αυτων μυριαδες μυριαδων και χιλιαδες χιλιαδων Dan 7:10, Heb 12:22
12 λεγοντες φωνη μεγαλη αξιον εστιν το αρνιον το εσφαγμενον λαβειν την δυναμιν και πλουτον και σοφιαν και ισχυν και τιμην και δοξαν και ευλογιαν Rev 4:11
13 και παν κτισμα ο εν τω ουρανω και επι της γης και υποκατω της γης και επι της θαλασσης και τα εν αυτοις παντα ηκουσα λεγοντας τω καθημενω επι τω θρονω και τω αρνιω η ευλογια και η τιμη και η δοξα και το κρατος εις τους αιωνας των αιωνων 
14 και τα τεσσαρα ζωα ελεγον αμην και οι πρεσβυτεροι επεσαν και προσεκυνησαν 


Text in MS Word document format Other texts: Vamvas GRV wit variants Polytonic Nestle